ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ Β΄
Περὶ ἐπισκόπων, πρεσβυτέρων καὶ διακόνων

α. Ὅτι τὸ ἀγράμματον εἶναι, ἔμπειρον δὲ τοῦ λόγου, οὐ κωλύει πρὸς ἐπισκοπήν.
Περὶ δὲ τῶν ἐπισκόπων οὕτως ἠκούσαμεν παρὰ τοῦ Κυρίου ἡμῶν· τὸν ποιμένα τὸν καθιστάμενον ἐπίσκοπον εἰς τὰς Ἐκκλησίας ἐν πάσῃ παροικίᾳ δεῖ ὑπάρχειν ἀνέγ κλητον, ἀνεπίληπτον, ἀνέπαφον πάσης ἀδικίας ἀνθρώπων, οὐκ ἔλαττον ἐτῶν πεντήκοντα, ὅτι τρόπῳ τινὶ τὰς νεωτερικὰς ἀταξίας καὶ τὰς ἔξωθεν διαβολὰς ἐκπεφευγὼς ὑπάρχει πρὸς τάς τινων ψευδαδέλφων εἰς πολλοὺς ἐπιφιρομένας βλασφημίας οὐ γινωσκόντων ῥῆμα Θεοῦ τὸ ἐν τῷ Εὐαγγελίῳ· Ὃς ἂν λαλήσῃ ῥῆμα ἀργόν, ἀποδώσει περὶ αὐτοῦ λόγον τῷ Κυρίῳ ἐν ἡμέρᾳ κρίσεως. Καὶ πάλιν· Ἐκ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ. Ἔστω οὖν, εἰ δυνατόν, πεπαιδευμένος· εἰ δὲ καὶ ἀγράμ ματος, ἀλλ᾿ οὖν ἔμπειρος τοῦ λόγου, καθήκων τῇ ἡλικίᾳ. Εἰ δὲ καὶ ἐν παροικίᾳ μικρᾷ ὑπαρχούσῃ που προβε βηκὼς τῷ χρόνῳ μὴ εὑρίσκηται μεμαρτυρημένος καὶ σοφὸς εἰς ἐπισκοπὴν κατασταθῆναι, νέος δὲ ᾖ ἐκεῖ, μεμαρτυρημένος ὑπὸ τῶν συνόντων αὐτῷ ὡς ἄξιος ἐπισκοπῆς, διὰ τῆς νεότητος ἐν πραότητι καὶ εὐταξίᾳ γῆρας ἐπιδεικνύμενος, δοκιμασθείς, εἰ ὑπὸ τῶν πάντων οὕτως μαρτυρεῖται, καθι στάσθω ἐν εἰρήνῃ. Καὶ γὰρ Σολομὼν δωδεκαετὴς τοῦ Ἰσραὴλ ἐβασίλευσεν, καὶ Ἰωσίας ἐν δικαιοσύνῃ ὀκτὼ ἐτῶν ἐβασίλευσεν, ὁμοίως δὲ καὶ Ἰωὰς ἑπτὰ ἐτῶν ἦρξεν τοῦ λαοῦ. Ὥστε εἰ καὶ νέος, ἀλλὰ πρᾶος ὑπαρχέτω δεῖλός τε καὶ ἡσύχιος, ὅτι λέγει διὰ τοῦ Ἡσαΐου Κύριος ὁ Θεός· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾿ ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους διαπαντός; Ὁμοίως καὶ ἐν τῷ Εὐαγγελίῳ οὕτως· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ἔστω δὲ καὶ ἐλεήμων, ὅτι πάλιν εἴρηται· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ἔστω δὲ καὶ εἰρηνοποιός, ὅτι πάλιν λέγει· Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Γινέσθω δὲ καὶ εὐσυνείδητος, πάσης κακίας καὶ πονηρίας καὶ ἀδικίας κεκαθαρμένος, ὅτι πάλιν εἴρηται· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

β. Οἷον εἶναι χρὴ τὸν ἐπίσκοπον καὶ τοὺς λοιποὺς κληρικούς.
Ἔστω οὖν καὶ νηφάλιος, σώφρων, κόσμιος, εὐσταθής, ἀτάραχος, μὴ πάροινος, μὴ πλήκτης, ἀλλ᾿ ἐπιεικής, ἄμαχος, ἀφιλάργυρος· μὴ νεόφυτος, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου, ὅτι· Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Τοιοῦτον δὲ δεῖ εἶναι τὸν ἐπίσκοπον· μιᾶς γυναικὸς ἄνδρα γεγενημένον μονογάμου, καλῶς τοῦ ἰδίου οἴκου προεστῶτα. Οὕτως γὰρ δοκιμα ζέσθω, ὁπόταν τὴν χειροτονίαν λαμβάνων καθίσταται ἐν τῷ τόπῳ τῆς ἐπισκοπῆς· εἰ ἔστι πιστὸς καὶ κόσμιος καὶ σεμνός, εἰ γυναῖκα πιστὴν καὶ σεμνὴν ἔχει ἢ ἔσχηκεν, εἰ τέκνα θεοσεβῶς ἀναθρέψας καὶ ἐν νουθεσίᾳ Κυρίου παι δεύσας προήγαγεν, εἰ οἱ κατ᾿ οἶκον αὐτοῦ, εὐλαβούμενοι καὶ ἐντρεπόμενοι αὐτόν, ὑπήκοοι πάντες εἰσὶν αὐτῷ. Εἰ γὰρ οἱ κατὰ σάρκα ἴδιοι αὐτοῦ πρὸς αὐτὸν στασιάζουσιν καὶ ἀπειθοῦσιν, πῶς οἱ ἔξω τῆς οἰκίας αὐτοῦ ἴδιοι γενόμενοι αὐτῷ ὑποταγήσονται;

γ. Τίνα χρὴ δοκιμάζεσθαι τὸν ἐπίσκοπον προχειριζόμενον.
Δοκιμαζέσθω οὖν, εἰ ἄμωμός ἐστιν περὶ τὰς βιωτικὰς χρείας· γέγραπται γάρ· Μωμοσκοπεῖσθε τὸν μέλλοντα εἰς ἱερωσύνην προχειρίζεσθαι. Ὑπαρχέτω οὖν καὶ ἀόργητος, ὅτι λέγει ἡ Σοφία· Ὀργὴ καὶ φρονίμους ἀπόλλυσιν. Ἔστω δὲ εὔσπλαγχνος, ἀβάναυσος, ἀγαπητι κός, ὅτι λέγει Κύριος· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους.

δ. Ὅτι οὐχ ἑκάστῃ χήρᾳ δεῖ μεταδιδόναι, ἀλλ᾿ ἔσθ᾿ ὅτε καὶ τὴν ὕπανδρον δεομένην προκρίνειν, καὶ ὅτι καταφαγῇ, μεθύσῳ, ἀργῷ, οὐ μεταδιδόναι χρή.
Ἔστω καὶ εὐμετάδοτος, φιλόχηρος, φιλόξενος, ὑπηρετικός, εὐδιάκονος, εὔσκυλτος, ἀνεπαίσχυντος, εἰδὼς τὸν μᾶλλον ὄντα ἄξιον ὑπολήψεως. Εἰ γὰρ χήρα τις ὑπάρχουσα ἡ δυναμένη ἐπαρκεῖν ἐν τῷ βίῳ τὰ χρηστήρια, ἑτέρα δὲ οὐ χήρα, ἀλλ᾿ ἐνδεὴς ὑπάρχει καὶ διὰ νόσον ἢ τεκνοτροφίαν ἢ δι᾿ ἀσθένειαν χειρῶν, ἐπὶ ταύτην μᾶλλον ἐκτεινάτω τὴν χεῖρα. Εἰ δέ τις ὡς καταφαγᾶς ἢ μέθυσος ἢ ἀργὸς ἐν τοῖς βιωτικοῖς θλίβεται, οὐκ ἔστιν ἄξιος ἐπικου ρίας, οὔτε μὴν Ἐκκλησίας Θεοῦ. Λέγει γὰρ ἡ γραφὴ περὶ τούτων φάσκουσα, ὅτι Κρύψας ὀκνηρὸς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν κόλπον οὐ δυνήσεται ἀπενεγκεῖν αὐτὴν εἰς τὸ στόμα αὐτοῦ. Καὶ πάλιν· Ὁ ἀργὸς περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ· πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διερρωγότα πᾶς ὑπνώδης. Καὶ ἐν ἄλλοις· Ἐὰν δὲ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περι πατήσεις γυμνότερος ὑπέρου. Ὡς ἀληθῶς γὰρ μήτηρ ἐστὶν ἡ ἀργία τοῦ λιμοῦ.

ε. Ὅτι χρὴ ἀπροσωπόληπτον εἶναι τὸν ἐπίσκοπον ἐν τῷ κρίνειν, καὶ τὸ ἦθος μέτριον καὶ τὴν δίαιταν συνεσταλμένον.
Ἔστω δὲ ὁ ἐπίσκοπος ἀπροσωπόληπτος, μήτε πλούσιον ἐντρεπόμενος ἢ κολακεύων παρὰ τὸ προσῆκον, μήτε πένητα παρορῶν ἢ καταδυναστεύων. Οὐ λήψῃ γάρ, φησὶν ὁ Θεὸς τῷ Μωϋσῇ, πρόσωπον πλουσίου, καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει, ὅτι τοῦ Κυρίου ἡ κρίσις. Καὶ πάλιν· Δικαίως διώξει τὸ δίκαιον. Τροφῇ καὶ ποτῷ λυσιτελὴς καὶ αὐτάρκης ὑπαρχέτω ὁ ἐπίσκοπος, ἵνα δυνηθῇ νήφειν πρὸς τὸ νουθετεῖν τοὺς ἀπαιδεύτους· ἔστω μὴ δάπανος, μὴ τρυφητής, μὴ ἡδύβιος, μὴ χρηστο φάγος. Ἔστω δὲ ἀνεξίκακος, μακρόθυμος ἐν ταῖς νουθεσίαις, πολυδιδακτικός, μελετῶν καὶ σπουδάζων ἐν ταῖς κυριακαῖς βίβλοις, πολὺ ἐν ἀναγνώσμασιν, ἵνα τὰς γραφὰς ἐπιμελῶς ἑρμηνεύῃ, ὁμοστοίχως τοῖς Προφήταις καὶ τῷ Νόμῳ τὸ Εὐαγγέλιον ἑρμηνεύων· ὁμοίως τῷ Εὐαγγελίῳ στοιχείτωσαν αἱ ἐκ Νόμου καὶ Προφητῶν ἑρμηνεῖαι. Λέγει γὰρ ὁ Κύριος Ἰησοῦς· Ἐρευνᾶτε τὰς γραφάς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Καὶ πάλιν· Περὶ γὰρ ἐμοῦ Μωϋσῆς ἔγραψεν. Πρὸ πάντων δὲ διαστολεὺς ἀγαθὸς γινέσθω, νόμον καὶ δευτέρωσιν διαιρῶν, καὶ δεικνύων τί νόμος ἐστὶν πιστῶν καὶ τί δεσμὰ ἀπίστων, ἵνα μή τις ὑποπέσῃ τοῖς δεσμοῖς. Ἐπιμελοῦ οὖν τοῦ λόγου, ἐπίσκοπε, ἵνα, εἰ δυνατόν σοι, πάντα κατὰ λέξιν ἑρμηνεύσῃς καὶ ἐν πολλῇ διδαχῇ πλουσίως τρέφῃς καὶ ποτίζῃς τὸν λαόν σου τὸν φωτισμὸν τοῦ νόμου. Φωτίσατε γάρ, φησὶν ὁ Θεός, ἑαυτοῖς φῶς γνώσεως, ὡς ἔτι καιρός.

στ. Περὶ τοῦ μὴ εἶναι τὸν ἐπίσκοπον αἰσχροκερδῆ, μήτε δὲ ἐγγυᾶσθαι ἢ συνηγορεῖν.
Ἔστω δὲ ὁ ἐπίσκοπος μὴ αἰσχροκερδής, καὶ μάλιστα ἐπὶ τῶν ἐθνῶν, βλαπτόμενος μᾶλλον ἢ βλάπτων, μὴ πλεονέκτης, μὴ ἅρπαξ, μὴ ἀποστερητής, μὴ φιλοπλού σιος, μὴ μισόπτωχος, μὴ κατάλαλος, μὴ ψευδομάρτυς, μὴ θυμώδης, μὴ φιλόμαχος, μὴ ταῖς τοῦ βίου πραγματείαις συμπεπλεγμένος, μὴ ἐγγυώμενός τινα ἢ συνηγορῶν δίκαις χρηματικαῖς, μὴ φίλαρχος, μὴ δίγνωμος, μὴ δίγλωσσος, μὴ πρὸς διαβολὴν ἢ καταλαλιὰν φιλήκοος, μὴ ὑποκριτής, μὴ ταῖς ἑορταῖς τῶν ἐθνῶν ἐπορεγόμενος, ἀπάταις κεναῖς μὴ χρώμενος, μηδὲ ἐπιθυμητικός, μὴ φιλάργυρος, ὅτι πάντα τὰ τοιαῦτα ἐχθρὰ τοῦ Θεοῦ ὑπάρχει καὶ δαιμόνων φίλα. Ταῦτα δὲ πάντα καὶ τοῖς λαικοῖς ὁ ἐπίσκοπος διαβε βαιούμενος παραγγελλέτω, ἐνάγων αὐτοὺς μιμητὰς γίνεσθαι τοῦ ἑαυτοῦ τρόπου· Εὐλαβεῖς γάρ, φησίν, ποιήσατε τοὺς υἱοὺς Ἰσραήλ. Ἔστω δὲ σοφός, ταπεινόφρων, νουθετητικὸς ἐν ταῖς κυριακαῖς παιδείαις, καλογνώμων, ἀποτεταγμένος πᾶσιν τοῖς ἐν τῷ βίῳ πονηροῖς ἐπιτηδεύμασιν καὶ πάσαις ἐθνικαῖς ἐπιθυμίαις. Ἔστω εὐπρόστοχος, ὀξὺς πρὸς τὸ γνῶναι τοὺς φαύλους καὶ φυλάσσεσθαι ἀπ᾿ αὐτῶν, φίλος δὲ ὢν πάντων, δικαιοκριτικός, καὶ ὅσα καλὰ ἐν ἀνθρώποις ἔστιν ἢ ὑπάρχει, ταῦτα ὁ ἐπίσκοπος ἐν ἑαυτῷ κεκτήσθω. Ὅτι ἀνεπίληπτος ἀδικίας ὢν ποιμὴν τοὺς ἰδίους αὐτοῦ μαθητὰς ἀναγκάσει καὶ διὰ τῆς ἀναστροφῆς αὐτοῦ προτρέ ψασθαι τῶν ἰδίων αὐτοῦ ποιημάτων μιμητὰς ἀξίους γενηθῆναι, ὡς λέγει που καὶ ὁ προφήτης· Καὶ ἔσται καθὼς ὁ ἱερεύς, οὕτως καὶ ὁ λαός. Καὶ γὰρ ὁ κύριος ἡμῶν καὶ διδάσκαλος Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ἤρξατο ποιεῖν πρῶτον καὶ τότε διδάσκειν, ὥς που λέγει· Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Διό φησιν· Ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσε ται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Σκοποὺς γὰρ εἶναι δεῖ ὑμᾶς τῷ λαῷ τοὺς ἐπισκόπους, ὅτι καὶ ὑμεῖς σκοπὸν ἔχετε τὸν Χριστόν. Καὶ ὑμεῖς οὖν γίνεσθε σκοποὶ ἀγαθοὶ τῷ λαῷ τοῦ Θεοῦ, ὅτι λέγει Κύριος διὰ τοῦ Ἰεζεκιὴλ πρὸς ἕκαστον ὑμῶν φάσκων· Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον καὶ διαφυλάξεις καὶ διαγγελεῖς αὐτὸν παρ᾿ ἐμοῦ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ· Θανάτῳ ἀποθανῇ, καὶ οὐκ ἐλάλησας τοῦ διαστεῖλαι ἄνομον ἐκ τῆς ἀνομίας αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀπο θανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω· σὺ δὲ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ ἀποστρέψαι ἀπ᾿ αὐτῆς, καὶ μὴ ἀποστρέψῃ, αὐτὸς ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ἐρρύσω. Ὡσαύτως καὶ μάχαιρα πολέμου ἐὰν ᾖ ἐρχομένη, καὶ στήσῃ ὁ λαὸς σκοπὸν εἰς προφυλακὴν καὶ ἰδὼν αὐτὴν ἐρχομένην μὴ προμηνύσῃ καὶ λάβῃ ψυχήν, ἡ μὲν ψυχὴ τῇ ἁμαρτίᾳ αὐτῆς ἐλήφθη, τὸ δὲ αἷμα ἐκ χειρὸς τοῦ σκοποῦ ἐκζητηθήσεται, ὅτι οὐκ ἐσήμανεν ἐν τῇ σάλπιγγι· ἐὰν δὲ σημάνῃ τῇ κερατίνῃ καὶ μὴ φυλάξηται ὁ ἀκούσας καὶ ἔλθῃ ἡ μάχαιρα καὶ λάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπ᾿ αὐτὸν ἔσται, ὅτι οὐκ ἐφυλάξατο ἀκούσας τῆς κερατίνης, ὁ δὲ φυλαξάμενος τὴν ψυχὴν αὐτοῦ ἐρρύσατο, καὶ ὁ σκοπός, ὅτι ἐσήμανεν, ζωῇ ζήσεται. Μάχαιρα μὲν ἔστιν ἡ κρίσις, σάλπιγξ δὲ τὸ ἱερὸν Εὐαγγέλιον, σκοπὸς δὲ ὁ κατασταθεὶς τῇ Ἐκκλησίᾳ ἐπίσκο πος, ὃν δεῖ κηρύσσοντα διαμαρτύρεσθαι καὶ διαβεβαιοῦσθαι περὶ τῆς κρίσεως. Ἐὰν γὰρ μὴ διαγγείλητε καὶ δια μαρτύρησθε τῷ λαῷ, εἰς ὑμᾶς ἡ ἁμαρτία τῶν ἀγνοούντων εὑρεθήσεται· διὸ τοὺς ἀναστρεφομένους ἐν ἀπαιδευσίᾳ νουθετεῖτε καὶ ἐλέγχετε μετὰ παρρησίας, τοὺς ἀγνοοῦντας διδάσκετε, τοὺς ἐπισταμένους στηρίζετε, τοὺς πεπλανημένους ἐπιστρέφετε. Τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγοντες, ἀδελφοί, οὐχ ἁμαρτησόμεθα· ἐκ γὰρ τοῦ πολλάκις ἀκούειν εἰκός τινας δυσωπηθέντας κἂν ἅπαξ τι τῶν καλῶν ποιῆσαι καὶ τῶν πονηρῶν παραιτήσασθαι. Λέγει γὰρ διὰ τοῦ προφήτου ὁ Θεὸς· Διαμαρτύρει αὐτοῖς ταῦτα, ἴσως ἀκούσονται τῆς φωνῆς σου. Καὶ πάλιν· Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσιν. Καὶ ὁ Μωϋσῆς φησιν τῷ λαῷ· Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. Καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ πολλάκις μιμνήσκεται λέγων· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Καὶ ὁ σοφὸς Σολομών φησιν· Ἄκουε, υἱέ, παιδείαν πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου. Καὶ μέχρι σήμερον οὐκ ἤκουσαν· καὶ οἱ δοκοῦντες δὲ ἀκηκοέναι παρήκουσαν, καταλείψαντες τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν καὶ εἰς τὰς ὀλεθρίους καὶ δεινὰς αἱρέσεις κατασυρέντες, περὶ ὧν αὖθις ἐροῦμεν.

ζ. Οἷον χρὴ εἶναι τὸν μεμυημένον.
Γνωστὸν δὲ ἔστω ὑμῖν, ἀγαπητοί, ὅτι οἱ βαπτι σθέντες εἰς τὸν θάνατον τοῦ Κυρίου Ἰησοῦ, οὐκέτι ὀφείλουσιν ἁμαρτάνειν οἱ τοιοῦτοι. Ὡς γὰρ οἱ ἀποθανόντες ἀνενέργητοι πρὸς ἁμαρτίαν τυγχάνουσιν, οὕτως καὶ οἱ συναποθανόντες τῷ Χριστῷ ἄπρακτοι πρὸς ἁμαρτίαν. Οὐ πιστεύομεν οὖν, ἀδελφοί, λουσάμενόν τινα τὸ τῆς ζωῆς λουτρὸν ἔτι πράσσειν τὰ τῶν ἀνόμων ἀσελγήματα· ὁ δὲ ἁμαρτήσας μετὰ τὸ βάπτισμα, οὗτος, ἐὰν μὴ μεταγνῷ καὶ παύσηται τοῦ πλημμελεῖν, εἰς γέενναν κατακριθήσεται.

η. Περὶ συκοφαντουμένου, ἤτοι ἐλεγχομένου.
Εἰ δέ τις ὑπὸ ἀπίστων συκοφαντηθῇ διὰ τὸ μηκέτι αὐτοῖς συνασελγαίνειν, γινωσκέτω ὁ τοιοῦτος ὅτι μακάριος ὑπάρχει παρὰ τῷ Θεῷ, καθὼς καὶ ὁ Κύριος ἡμῶν ἐν τῷ Εὐαγγελίῳ λέγει· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν ἢ εἴπωσιν καθ᾿ ὑμῶν πᾶν πονηρὸν ῥῆμα ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Εἰ οὖν τις βλασφημηθείη ἐπὶ ψεύσματι, μακάριος ὁ τοιοῦτος· λέγει γὰρ ἡ γραφή· Ἀνὴρ ἀδόκιμος ἀπείραστος παρὰ τῷ Θεῷ. Εἰ δέ τις ἐλεγχθῇ πράξας τι ἄνομον, ὁ τοιοῦτος οὐ μόνον ἑαυτὸν ἔβλαψεν, ἀλλὰ καὶ βλασφημίαν προσέτριψεν τῷ κοινῷ τῆς Ἐκκλησίας σώματι καὶ τῇ διδασκαλίᾳ, ὡς μὴ ποιούντων ἐκεῖνα ἃ λέγομεν εἶναι καλά· καὶ ὀνει δισθησόμεθα καὶ ἡμεῖς ὑπὸ τοῦ Κυρίου, ὅτι Λέγουσιν καὶ οὐ ποιοῦσιν. Ὅθεν τοὺς τοιούτους ἐλεγχθέντας ἀληθῶς παραιτήσεται μετὰ παρρησίας ὁ ἐπίσκοπος, εἰ μὴ μεταβάλωνται τὸν τρόπον.

θ. Ὅτι ἀδωροδόκητον εἶναι χρὴ τὸν ἐπίσκοπον.
Οὐ γὰρ μόνον ἀπρόσκοπον εἶναι χρὴ τὸν ἐπίσκοπον, ἀλλὰ καὶ ἀπροσωπόληπτον, ἐν χρηστότητι σωφρονίζοντα τοὺς ἁμαρτάνοντας. Εἰ δὲ καὶ αὐτὸς οὐκ εὐσυνείδητος ὑπάρχων, προσωπολήπτης γενόμενος διά τινα αἰσχροκερδῆ δωροληψίαν φείσεται τοῦ ἀνόμως ἁμαρτήσαντος, ἐάσας ἐν τῇ Ἐκκλησίᾳ μένειν αὐτόν, παρακούσας τῆς θείας καὶ δεσποτικῆς φωνῆς τῆς λεγούσης· Δικαίως διώξει τὸ δίκαιον· οὐ λήψῃ πρόσωπον ἐν κρίσει· οὐ δικαιώσεις τὸν ἀσεβῆ· οὐ λήψῃ δῶρα ἐπὶ ψυχῇ, τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται ῥήματα δικαίων. Καὶ ἐν ἄλλοις φησίν· Ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν· καὶ ὁ Σολομῶν λέγει ἐν Παροιμίαις· Ἔκβαλε λοιμὸν ἐκ συνεδρίου, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος.

ι. Ὅτι ὁ ἐπίσκοπος ἀκρίτως φειδόμενος τοῦ ἡμαρτηκότος ὑπαίτιος γίνεται.
Ὁ δὲ μὴ προσέχων τούτοις ἀκρίτως φείσεται ἐπὶ τῷ ὀφείλοντι τιμωρίαν, ὡς ὁ Σαοὺλ ἐπὶ τῷ Ἀγὰγ καὶ ὁ Ἡλεὶ ἐπὶ τοῖς υἱοῖς τοῖς οὐκ εἰδόσι τὸν Κύριον, ὁ τοιοῦτος ἐβεβήλωσεν καὶ τὴν οἰκείαν ἀξίαν καὶ τὴν τοῦ Θεοῦ Ἐκ κλησίαν τὴν κατὰ τὴν παροικίαν αὐτοῦ. Ἄδικος οὖν οὗτος καὶ Θεῷ καὶ ὁσίοις ἀνθρώποις, ὡς αἴτιος σκανδάλου πολλοῖς νεοφωτίστοις καὶ κατηχουμένοις γενόμενος, ἔτι δὲ νέοις καὶ νέαις τὴν ἡλικίαν· ὃν τὸ οὐαὶ περιμένει καὶ ὁ ὀνικὸς μύλος ἐν τῷ τραχήλῳ καὶ ὁ βυθός, ἐν ᾧ ὑπόδικος ὑπάρχει. Διὰ γὰρ τὴν τῆς ἀκρισίας ἀνομίαν, βλέποντες τὸν τοιοῦτον αὐτῶν ἄρχοντα, ἐν ἑαυτοῖς διακριθήσονται, καὶ χρησάμενοι τῇ αὐτῇ νόσῳ συναπολέσθαι αὐτῷ ἀναγκασθήσονται, ὡς τῷ Ἱεροβοὰμ ὁ λαὸς καὶ τῷ Κορὲ οἱ συναράμενοι αὐτῷ. Εἰ δὲ βλέποι ὁ ἁμαρτὼν τὸν ἐπίσκοπον καὶ τοὺς δια κόνους ἀθώους ἐγκλήματος καὶ τὸ ποίμνιον καθαρὸν ὑπάρχον, πρῶτον μὲν οὐ τολμήσει καταφρονήσας εἰς Ἐκκλησίαν Θεοῦ εἰσελθεῖν, πλησσόμενος τῇ συνειδήσει αὐτοῦ· εἰ δὲ καὶ παρ᾿ οὐδὲν ἡγησάμενος εἰσέλθοι, ἢ παραχρῆμα ἐλεγχθήσε ται, ὡς ὁ Ὀζᾶ ἐπὶ τῆς κιβωτοῦ ἁψάμενος ὥστε ἑδράσαι, καὶ ὡς Ἄχαρ ἐπὶ τῇ κλοπῇ τοῦ ἀναθέματος, καὶ ὡς ὁ Γιεζεῖ ἐπὶ τοῖς τοῦ Νεεμὰν χρήμασιν, καὶ παραυτίκα τιμωρηθήσεται, ἢ νουθετούμενος ὑπὸ τοῦ ποιμένος εἰς μετάνοιαν ὑπαχθήσεται. Περιβλεψάμενος γὰρ τοὺς καθ᾿ ἕνα καὶ ἐν οὐδενὶ μῶμον εὑρίσκων οὔτε παρὰ τῷ ἐπισκόπῳ οὔτε μὴν παρὰ τῷ ὑπ᾿ αὐτὸν τεταγμένῳ λαῷ, αἰσχυνθεὶς μετὰ αἰδοῦς καὶ πολλῶν δακρύων ἐξελεύσεται εἰρηνικῶς κατανενυγμένος, καὶ μενεῖ κεκαθαρισμένον τὸ ποίμνιον, προσκλαύσει τε τῷ Θεῷ καὶ μετανοήσει ἐφ᾿ οἷς ἥμαρτεν, καὶ ἕξει ἐλπίδα· καὶ τὸ ποίμνιον ὅλον, θεασάμενον ἐκείνου τὰ δάκρυα, νουθεσίαν ἕξει, ὅτι ὁ ἁμαρτὼν διὰ μετάνοιαν οὐκ ἀπόλλυται.

ια. Ὅπως χρὴ τὸν ἐπίσκοπον κρίνειν τοὺς ἁμαρτάνοντας.
Διὰ τοῦτο οὖν, ὦ ἐπίσκοπε, σπούδαζε καθαρὸς εἶναι τοῖς ἔργοις, γνωρίζων τὸν τόπον σου καὶ τὴν ἀξίαν, ὣς Θεοῦ τύπον ἔχων ἐν ἀνθρώποις τῷ πάντων ἄρχειν ἀνθρώπων, ἱερέων, βασιλέων, ἀρχόντων, πατέρων, υἱῶν, διδασκάλων καὶ πάντων ὁμοῦ τῶν ὑπηκόων. Καὶ οὕτως ἐν Ἐκκλησίᾳ καθέζου τὸν λόγον ποιούμενος, ὡς ἐξουσίαν ἔχων κρίνειν τοὺς ἡμαρτηκότας, ὅτι ὑμῖν τοῖς ἐπισκόποις εἴρηται· Ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

ιβ. Διδασκαλία ὅπως χρὴ προσφέρεσθαι τοῖς μετανοοῦσι καὶ τούτων παραδείγματα διαφορά.
Κρῖνε οὖν, ὦ ἐπίσκοπε, μετὰ ἐξουσίας ὡς Θεός, ἀλλὰ τοὺς μετανοοῦντας προσλαμβάνου· ὁ Θεὸς γὰρ Θεός ἐστιν ἐλέους. Ἐπίπλησσε τοῖς ἁμαρτάνουσιν, νουθέτει τοὺς μὴ ἐπιστρέφοντας, παρακάλει τοὺς ἑστῶτας ἐμμένειν τοῖς καλοῖς, τοὺς μετανοοῦντας προσδέχου, ὅτι Κύριος ὁ Θεὸς μετὰ ὅρκου ἐπηγγείλατο ἄφεσιν παρασχεῖν τοῖς μετανοοῦσιν ἐφ᾿ οἷς ἥμαρτον. Λέγει γὰρ διὰ τοῦ Ἰεζεκιήλ· Εἰπὸν πρὸς αὐτούς· Ζῶ ἐγώ, λέγει Κύριος Ἀδωναΐ, εἰ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλ᾿ ἢ ἐν τῷ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν. Ἐπιστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; Ἐνταῦθα αὔθις ὁ λόγος εὐέλπιδας ἐποίησεν τοὺς ἡμαρτηκότας, ὅτι, ἐὰν μετανοήσωσιν, ἐλπίδα σωτηρίας ἕξουσιν, μή ποτε ὡς ἀπηλγηκότες ἑαυτοὺς ἐκδώσωσι ταῖς παρανομίαις, ἀλλ᾿ ἔχοντες ἐλπίδα σωτηρίας ἐπιστραφέντες προσκλαύσωσιν Θεῷ περὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ μετενοήσωσιν ἐκ καρδίας ἐξευμενισάμενοι αὐτόν, καὶ λήψονται παρ᾿ αὐτοῦ τὴν ἀμνη στίαν ὡς παρὰ πατρὸς ἀγαθοῦ.

ιγ. Ὅτι χρὴ φεύγειν τῶν ἁμαρτημάτων τὴν πεῖραν.
Τοὺς μέντοι ἀναμαρτήτους τοιούτους μένειν χρὴ καὶ μὴ χρείαν ἔχειν τῆς πείρας τῶν ἁμαρτιῶν, ὅπως μὴ δέωνται ὀδύνης, λύπης καὶ κλαυθμῶν ἀφέσεως. Τί γὰρ οἶδας, ἄνθρωπε, ἁμαρτήσας, εἰ ἡμέρας ἐν τῷδε τῷ βίῳ ζήσεις, ἵνα καὶ μετανοήσῃς; Ὅτι ἄδηλος ἡ ἔξοδός σου ἐκ τοῦ βίου ὑπάρχει, καὶ ἐν ἁμαρτίαις τελευτήσαντι μετάνοια οὐκ ἔστιν, ὡς λέγει διὰ τοῦ Δαυίδ· Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Δεῖ οὖν ἕτοιμον εἶναι ἐν ἀγαθοῖς, ἵνα ἄνευ λύπης τὴν ὁδὸν ἐκείνην στειλώμεθα. Διὸ καὶ παραινεῖ ὁ θεῖος λόγος διὰ Σολομῶντος τοῦ σοφοῦ λέγων σοι· Ἑτοίμαζε εἰς τὴν ἔξοδον σου τὰ ἔργα σου, ἵνα μὴ ἐπιλείψῃ ἡμῖν τι τῶν καλῶν, ὥσπερ καὶ ταῖς πέντε ἐν τῷ Εὐαγγελίῳ παρθένοις διὰ μωρίαν ἐπέλειπεν τὸ τῆς εὐσεβείας ἔλαιον, καὶ ἀπεβλήθησαν τοῦ νυμφῶνος. Διὰ τοῦτο ἀκίνδυνος μένει πᾶς ὁ φειδόμενος τῆς ἑαυτοῦ Ζωῆς καὶ μένων ἀναμάρτητος, ὅπως καὶ τὰς προγεγονυίας ὑπ᾿ αὐτοῦ δικαιοσύνας αὐτῷ συντηρήσῃ. Σὺ οὖν οὕτως κρῖνε ὡς Θεῷ δικάζων· Τοῦ γὰρ Κυρίου, φησίν, ἡ κρίσις. Πρῶτον οὖν ἀπ᾿ ἐξουσίας τὸν ἔνοχον καταδίκαζε· ἔπειτα μετὰ ἐλέους καὶ οἰκτιρμοῦ καὶ προσλήψεως οἰκειοῦ, ὑπισχνού μενος αὐτῷ σωτηρίαν, εἰ μετάθοιτο τοῦ τρόπου καὶ εἰς μετάνοιαν χωρήσει· μεταμελόμενον δὲ στύφων προσδέχου, μεμνημένος τοῦ Κυρίου εἰπόντος, ὅτι Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.

ιδ. Ὅτι χρὴ φεύγειν οὐ τὴν ἐν λόγῳ κοινωνίαν πρὸς τοὺς ἁμαρτά νοντας, ἀλλὰ τὴν ἐν ἔργῳ. 
Ἐὰν δὲ τὸν μετανοοῦντα μὴ προσδέξῃ, ἐπιβούλοις αὐτὸν ἔκδοτον παρέχεις, ἐπιλαθόμενος τοῦ Δαυὶδ λέγοντος· Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι. Διὸ καὶ παρορμῶν εἰς μετάνοιαν ὁ Ἱερεμίας λέγει. Μὴ ὁ πίπτων οὐκ ἀνίσταται ἢ ὁ ἀποστρέφων οὐκ ἐπι στρέφει; Τί ὄτι ἀπέστρεψεν ὁ λαός μου ἀποστροφὴν πονηρὰν καὶ ἀναιδῆ καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν; Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, καὶ ἐγὼ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. Δέξαι οὖν τὸν μετανοοῦντα, μὴ διστάζων ὅλως μηδὲ παρεμποδιζόμενος ὑπὸ τῶν ἀνηλεῶς λεγόντων μὴ δεῖν τοιούτοις συμμολύνεσθαι μήδε λόγου κοινωνεῖν· αἱ γὰρ τοιαῦται συμβουλίαι ἀγνοούντων εἰσὶν Θεὸν καὶ τὴν αὐτοῦ πρόνοιαν, ἀλόγων δὲ ἀγρίων καὶ θηρίων ἀμειλίκτων· οὐ γὰρ γὰρ γινώσκουσιν, ὅτι χρὴ φυλάσσεσθαι οὐ τὴν ἐν λόγῳ κοινωνίαν πρὸς τοὺς ἁμαρτάνοντας, ἀλλὰ τὴν ἐν τῷ ἔργῳ. Δικαιοσύνη γὰρ δικαίου ἐπ᾿ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ᾿ αὐτὸν ἔσται. Καὶ πάλιν· Γῆ ἐὰν ἁμάρτῃ μοι ἀδίκημα ἀδικῆσαι, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ᾿ αὐτὴν καὶ συντρίψω ἐπ᾿ αὐτῆς στήριγμα ἄρτου καὶ ἐξαποστελῶ εἰς αὐτὴν λιμὸν καὶ ἐξολοθρεύσω ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος· κἂν ὦσιν οἱ τρεῖς ἄνδρες ἐν μέσῳ αὐτῆς, Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σώσουσιν τὰς ψυχὰς αὐτῶν, λέγει Ἀδωναῒ Κύριος. Σαφέστατα δεδήλωκεν ἡ γραφή, ὅτι συνὼν δίκαιος ἀδίκῳ οὐ συναπόλλυται μετ᾿ αὐτοῦ. Ἐν γὰρ τῷ κόσμῳ τούτῳ καὶ δίκαιοι καὶ ἄδικοι ἀλλήλοις συναγελάζονται κοινωνίᾳ βίου, οὐ μὴν καὶ ὁσιότητος, καὶ τοῦτο οὐχ ἁμαρτά νουσιν οἱ θεοφιλεῖς· μιμηταὶ γάρ εἰσιν τοῦ Πατρὸς αὐτῶν τοῦ ἐν τοῖς οὐρανοῖς, τοῦ τὸν ἥλιον αὐτοῦ ἀνατέλλοντος ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχοντος αὐτοῦ τὸν ὑετὸν ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Καὶ οὐδὲν κινδυνεύει ὁ δίκαιος ἐν τουτῷ· ἐν γὰρ τῷ σταδίῳ καὶ νικηταὶ καὶ νικώμε νοι εἰσίν, ἐν δὲ τῷ στεφάνῳ μόνοι οἱ γενναίως ἀγωνισάμε νοι· οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ἕκαστος γὰρ περὶ ἑαυτοῦ ἐξομολογήσεται, καὶ οὐ μὴ συναπολέσῃ ὁ Θεὸς τὸν δίκαιον μετὰ τοῦ ἀδίκου, ἐπείπερ παρ᾿ αὐτῷ τὸ ἀναμάρτητον ἀτιμώρητον. Οὔτε γὰρ τὸν Νῶε κατέκλυσεν, οὔτε τὸν Λὼτ κατέφλεξεν, οὔτε τὴν Ῥαὰβ συναπώλεσεν. Εἰ δὲ βούλεσθε γνῶναι καὶ τὰ ἐφ᾿ ἡμῶν γενόμενα, Ἰούδας σὺν ἡμῖν ὢν ἔλαβεν τὸν κλῆρον τῆς διακονίας, ὃν καὶ ἡμεῖς, καὶ Σίμων ὁ μάγος τὴν ἐν Κυρίῳ σφραγῖδα· ἀλλ᾿ ἑκάτερος αὐτῶν ἀναδειχθεὶς φαῦλος, ὁ μὲν ἀπήγξατο, ὁ δὲ παρὰ φύσιν ἱπτάμενος συνετρίβη. Καὶ ἐν τῇ κιβωτῷ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ ὑπῆρχον, ἀλλὰ πονηρὸς ὁ Χὰμ εὑρεθεὶς μόνος καὶ εἷς τῶν υἱῶν ἐδέξατο τὴν τιμωρίαν. Εἰ δὲ καὶ πατέρες ὑπὲρ παίδων οὐ τιμωροῦνται οὔτε υἱοὶ ὑπὲρ πατέρων, δῆλον ὡς οὔτε γυναῖκες ὑπὲρ ἀνδρῶν, οὔτε οἰκέται ὑπὲρ δεσποτῶν, οὔτε συγγενεῖς ὑπὲρ συγγενῶν, οὔτε φίλοι ὑπὲρ φίλων, οὔτε δίκαιοι ὑπὲρ ἀδίκων, ἀλλ᾿ ἕκαστος ὑπὲρ τοῦ οἰκείου ἔργου τὸν λόγον ἀπαιτηθήσεται. Οὔτε γὰρ Νῶε ὑπὲρ τοῦ κόσμου δίκην εἰσεπράχθη, οὔτε Λὼτ ὑπὲρ Σοδόμων ἐπυρπολήθη, οὔτε Ῥαὰβ ὑπὲρ τῶν Ἱερι χουντίων ἐσφάγη, οὔτε Ἰσραὴλ ὑπὲρ Αἰγυπτίων· οὐ γὰρ ἡ συνοίκησις κατακρίνει τοὺς δικαίους σὺν τοῖς ἀδίκοις, ἀλλ᾿ ἡ τῆς γνώμης ὁμόνοια. Οὐ χρὴ τοίνυν τοῖς ἑτοι μοθανάτοις καὶ μισανθρώποις καὶ φιλεγκλήμοσιν καὶ μετὰ προφάσεως θανατοποιοῖς προσέχειν. Ἕτερος γὰρ ὑπὲρ ἑτέρου οὐκ ἀποθανεῖται, ἀλλὰ· Σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Καί· Ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ. Δεῖ δὲ ἡμᾶς βοηθεῖν τοῖς νοσοῦσιν καὶ κινδυνεύουσιν καὶ σφαλλομένοις, καὶ ὅσον οἷόν τε τῇ παραινέσει τοῦ λόγου ὑγιάζειν αὐτοὺς καὶ ῥύεσθαι ἐκ θανάτου· Οὐ χρείαν γὰρ ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες, ἐπειδὴ καὶ οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ Πατρός, ἵνα ἀπόληται εἷς τῶν μικρῶν. Οὐ γὰρ τὴν τῶν σκληροκαρδίων ἀνθρώπων βούλησιν ἱστᾶν χρή, ἀλλὰ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων τὴν διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Οὐδὲ γὰρ δίκαιον κεφαλὴν ὄντα σε, ὦ ἐπίσκοπε, οὐρᾷ προσέχειν, τοῦτ᾿ ἔστιν λαικῷ στασιώδει ἀνθρώπῳ, εἰς ἑτέρου ἀπώλειαν, ἀλλὰ Θεῷ μόνῳ. Ἄρχειν γάρ σε χρὴ τῶν ὑπηκόων, οὐ μὴν καὶ ὑπ᾿ αὐτῶν ἄρχεσθαι· οὔτε γὰρ υἱὸς ἄρχει πατρὸς κατὰ τὸν τῆς γενέσεως λόγον, οὔτε δοῦλος τοῦ ἑαυτοῦ κυρίου κατὰ τὸν τῆς ἐξουσίας λόγον, οὔτε μαθητὴς διδασκάλου, οὔτε στρατιώτης βασιλέως, οὔτε μὴν λαικὸς ἐπισκόπου. Περὶ γὰρ τοῦ μὴ δοκεῖν τοὺς πλησιάζοντας ἀδίκοις τῇ τοῦ λόγου διδαχῇ συμμολύνεσθαι ἢ κοινωνεῖν ταῖς αὐτῶν ἁμαρτίαις ὁ Ἰεζεκιὴλ ἐκκόπτων τὴν τῶν κακοήθων ἐπίνοιαν λέγει· Τί ὑμεῖς λέγετε αὑτοῖς τὴν παραβολὴν ταύτην ἐπὶ γῆς Ἰσραήλ· οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν; Ζῶ ἐγὼ Ἀδωναΐ, λέγει Κύριος, εἰ ἔσται ἔτι ἐν ὑμῖν λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ. Ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρός, οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ ἐμή ἐστιν. Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται· ὁ δὲ ἄνθρωπος, ὃς ἔσται δίκαιος, ποιῶν κρίμα καὶ δικαιοσύνην, καὶ ἑξῆς ἐπιλέγων τὰς λοιπὰς ἀρετὰς ἐπισφραγίζεται λέγων· Ὁ τοιοῦτος δίκαιος ὑπάρχει, ζωῇ ζήσεται, λέγει Ἀδωναῒ Κύριος. Καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμόν, ἐκχέοντα αἷμα, καὶ ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύθη, καὶ ἐπαγαγὼν τὰ ἑξῆς, ἐπάγει τοῖς τελευταίοις· Ζωῇ οὐ ζήσεται· πάσας τὰς ἀνομίας ταύτας ἃς ἐποίησεν, θανάτῳ ἀποθανεῖται, τὸ αἷμα αὐτοῦ ἐπ᾿ αὐτὸν ἔσται. Καὶ ἐρεῖτε· Τί ὅτι οὐκ ἔλαβεν ὁ υἱὸς τὴν ἀδικίαν τοῦ πατρὸς, ἢ τὴν δικαιοσύνην αὐτοῦ, δικαιοσύνην καὶ ἔλεος πεποιηκώς; Καὶ ἐρεῖς αὐτοῖς· Ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθα νεῖται· υἱὸς οὐ λήψεται ἀδικίαν πατρός, καὶ πατὴρ οὐ λήψεται ἀδικίαν υἱοῦ· δικαιοσύνη δικαίου ἐπ᾿ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ᾿ αὐτὸν ἔσται. Καὶ μετ᾿ ὀλίγα φησίν· Ἐν τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν, κατὰ πάσας τὰς ἀνομίας αὐτοῦ πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῇ ἀδικίᾳ αὐτοῦ ᾗ ἠδίκησεν, καὶ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ᾗ ἥμαρτεν, ἐν αὐτῇ ἀποθανεῖται. Καὶ μετ᾿ ὀλίγα ἐπάγει· Ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ ἧς ἐποίησεν, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν καὶ ἀπέστρεψεν ἀπὸ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ ὧν ἐποίησεν, ζωῇ ζήσεται καὶ οὐκ ἀποθανεῖται. Καὶ ἑξῆς· Ἕκαστον κατὰ τὰς ὁδοὺς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ, λέγει Ἀδωναῒ Κύριος.

ιε. Ὅτι οὐ χρὴ τὸν ἱερέα μήτε παρορᾶν τὰ ἁμαρτήματα, μήτε πρόχειρον εἶναι ἐν τῷ τιμωρεῖσθαι.
Ὁρᾶτε, τέκνα ἡμῶν ἠγαπημένα, πῶς εὔσπλαγχνος μετὰ δικαιοσύνης Κύριος ὁ Θεὸς ἡμῶν, ἀγαθὸς καὶ φιλάνθρωπος, καὶ ἀθωῶν οὐκ ἀθωώσει τὸν ἔνοχον, καὶ τὸν ἐπιστρέφοντα προσιέμενος καὶ ζωοποιῶν, μὴ καταλιπὼν τόπον ὑπονοίας τοῖς ἀπηνῶς βουλομένοις κρίνειν καὶ τέλεον ἀποστρέφεσθαι τοὺς ἁμαρτάνοντας καὶ μὴ κοινωνεῖν αὐτοῖς λόγων παρακλητικῶν πρὸς μετάνοιαν ἐπαναγαγεῖν δυναμένων, οἷς ἐκ τῶν ἐναντίων ὁ Θεὸς διὰ Ἡσαΐου λέγει πρὸς τοὺς ἐπισκόπους· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ. Χρὴ οὖν ὑμᾶς αὐτοῦ ἀκούοντας παρακα λεῖν τοὺς ἡμαρτηκότας καὶ πρὸς μετάνοιαν παρορμᾶν καὶ εὐέλπιδας ποιεῖν, καὶ μὴ ὑπονοεῖν ὡς κοινωνικοὺς γινομένους τῶν πλημμεληθέντων αὐτοῖς ἕνεκεν τῆς εἰς αὐτοὺς ἀγάπης. Ἀσμένως δὲ τοὺς μετανοοῦντας προσδέχεσθε, χαίροντες ἐπ᾿ αὐτοῖς, μετὰ ἐλέους καὶ οἰκτιρμῶν κρίνοντες τοὺς ἁμαρτάνοντας· ἐὰν γὰρ τὸν παρὰ ποταμὸν βαδίζοντα καὶ μέλλοντα ὀλισθαίνειν κεραίαις ὤσας εἰς τὸν ποταμὸν ἐμβάλῃς ἀντὶ τοῦ χεῖρα μᾶλλον ὀρέξαι, ἐφόνευσάς σου τὸν ἀδελφόν, δέον μᾶλλον τῷ ὀλισθαίνοντι ἐπιδοῦναι δεξιάν, ἵνα μὴ τελείως ἀπόληται, ὅπως καὶ ὁ λαὸς νουθετῆται καὶ ὁ ἁμαρτήσας μὴ κατὰ πᾶν ἀπόληται. Δεῖ δέ σε, ὦ ἐπίσκοπε, μήτε παρορᾶν τὰ ἁμαρτήματα τοῦ λαοῦ, μήτε τοὺς μετανοοῦντας ἀπο στρέφεσθαι, ὅπως μὴ διαφθείρῃς ὡς ἄπειρος τὸ ποίμνιον τοῦ Χριστοῦ καὶ φαυλίσῃς αὐτοῦ τὸ ὄνομα τὸ καινὸν τὸ εἰς τὸν λαὸν αὐτοῦ ἐπιτεθέν, καὶ ὀνειδισθήσῃ καθάπερ καὶ οἱ παλαιοὶ ποιμένες, περὶ ὧν ἔλεγεν ὁ Θεὸς τῷ Ἱερεμίᾳ· Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπ&#