|
ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ
ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ Ε΄
Περὶ μαρτύρων
α.
Ὅτι τοῖς διὰ Χριστὸν θλιβομένοις παρὰ τῶν ἀπίστων δίκαιον τοῖς πιστοῖς
τὰ δέοντα παρέχειν κατὰ τὴν τοῦ Κυρίου διάταξιν.
Εἴ τις χριστιανὸς διὰ τὸ ὄνομα τοῦ Χριστοῦ καὶ τὴν εἰς τὸν Θεὸν
πίστιν καὶ ἀγάπην κατακριθῇ ὑπὸ ἀσεβῶν εἰς λοῦδον ἢ θηρία ἢ μέταλλον,
μὴ παρίδητε αὐτόν, ἀλλ᾿ ἐκ τοῦ κόπου καὶ ἐκ τοῦ ἱδρῶτος ὑμῶν πέμψατε
αὐτῷ εἰς διατροφὴν αὐτοῦ καὶ εἰς μισθαποδοσίαν τῶν στρατιωτῶν, ἵνα
ἐλαφρυνθῇ καὶ ἐπιμελείας τύχῃ, ἵν᾿ ὅσον τὸ ἐφ᾿ ὑμῖν μὴ θλίβηται ὁ
μακάριος ἀδελφὸς ὑμῶν. Ὁ γὰρ διὰ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ
καταδικαζόμενος, οὗτος μάρτυς ἅγιος, ἀδελφὸς τοῦ Κυρίου, υἱὸς τοῦ
Ὑψίστου, δοχεῖον τοῦ ἁγίου Πνεύματος, δι᾿ οὗ καὶ τὸν φωτισμὸν τῆς δόξης
τοῦ εὐαγγελίου ἔλαβεν ἕκαστος τῶν πιστῶν ἐν τῷ καταξιωθῆναι τοῦ
ἀφθάρτου στεφάνου καὶ τῆς μαρτυρίας τῶν παθημάτων αὐτοῦ καὶ τῆς
κοινωνίας τοῦ αἵματος αὐτοῦ, συμμορφωθῆναι τῷ θανάτῳ τοῦ Χριστοῦ εἰς
υἱοθεσίαν. Τούτου οὖν ἕνεκεν ἅπαντες οἱ πιστοὶ διὰ τοῦ ἐπισκόπου ὑμῶν
ἐκ τῶν ὑπαρχόντων ὑμῶν καὶ ἐκ τοῦ κόπου διακονή σατε τοῖς ἁγίοις· εἰ δὲ
οὐκ ἔχει τις, νηστεύσας τὸ τῆς ἡμέρας καὶ μερίσας τοῦτο ἐκταξάτω τοῖς
ὁσίοις· εἰ δέ τις ἐν περιουσίᾳ ὑπάρχει, καὶ πλεῖόν τι κατὰ ἀναλογίαν
τῆς δυνάμεως αὐτοῦ διακονείτω αὐτοῖς. Εἰ δὲ καὶ οἷός τέ ἐστιν ἅπαντα
τὸν βίον ἑαυτοῦ ἀποδόμενος ῥύσασθαι αὐτοὺς ἐκ τοῦ δεσμωτηρίου, μακάριος
ἔσται καὶ φίλος τοῦ Χριστοῦ. Εἰ γὰρ ὁ τὰ ὑπάρχοντα πτωχοῖς δοὺς τέλειος
μετὰ τὴν περὶ τῶν θείων γνῶσιν, πολλῷ μᾶλλον ὁ ὑπὲρ μαρτύρων· ὁ γὰρ
τοιοῦτος, ἄξιος Θεοῦ ὑπάρξας, πληρώσει τὸ θέλημα αὐτοῦ, χορηγήσας
ἐκείνοις, οἵτινες αὐτὸν ὡμολόγησαν ἐνώ πιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε
Ἰσραήλ, περὶ ὧν ὁ Κύριος ἀπεφήνατο λέγων· Ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ
ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου
τοῦ ἐν οὐρανοῖς. Καὶ εἰ τοιοῦτοί εἰσιν, ὡς καὶ ὑπὸ Χριστοῦ ἐπὶ τοῦ
Πατρὸς αὐτοὺς μαρτυρεῖσθαι, ὑμεῖς οὐκ ὀφείλετε ἐπαισχυνθῆναι ἀπιέναι
πρὸς αὐτοὺς ἐν ταῖς φυλακαῖς· τοῦτο γὰρ ποιησάντων ὑμῶν, μαρτύριον ὑμῖν
λογισθήσεται, ὅτι ἐκείνοις μὲν πείρᾳ τὸ μαρτύριον ὑπῆρξεν, ὑμῖν δὲ τέως
προθυμίᾳ, ὡς κοινωνοῖς τῆς ἀθλήσεως αὐτῶν. Λέγει γάρ που ὁ Κύριος πρὸς
τοὺς τοιούτους φάσκων· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου,
κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου·
ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος
ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἀσθενὴς ἤμην καὶ
ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρὸς μέ. Τότε ἀποκριθήσονται
οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν; Ἢ
διψῶντα καὶ ἐποτίσαμεν; Ἢ γυμνὸν καὶ περιεβάλομεν; Ἢ ἀσθενῆ καὶ
ἐπεσκεψάμεθα; Ἢ ξένον καὶ συνηγάγομεν; Ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρὸς σέ;
Καὶ ἀποκριθεὶς ἐρεῖ αὐτοῖς· Ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν
μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς ζωὴν
αἰώνιον. β.
Ὅτι φευκτέον τῆς πρὸς τοὺς ψευδαδέλφους συνουσίας, ὅταν ἐπι μένωσι τῇ
φαυλότητι.
Εἰ δέ τις, ἀδελφὸν λέγων ἑαυτὸν εἶναι, ἀπατηθεὶς ὑπὸ τοῦ πονηροῦ
κακοποιήσῃ καὶ ἐλεγχθεὶς κατακριθῇ θανάτῳ ὡς μοιχὸς ἢ ὡς φονεύς,
χωρίζεσθε ἀπ᾿ αὐτοῦ, ἵνα ἦτε ἄσυλοι, καὶ μή τις ὑμῶν ὡς κοινωνὸς τοῦ
μύσους ὑποπτευθῇ καὶ καταχέηται βλασφημίαν, ὡς πάντων χριστια νῶν
χαιρόντων ἐπὶ τοῖς παρανόμοις ἔργοις· διὸ μακρὰν ἀπ᾿ αὐτῶν χωρεῖτε.
Τοῖς μέντοι διὰ Χριστὸν κατ᾿ ἐπή ρειαν παρὰ τῶν ἀσεβῶν συγκλειομένοις
εἰς φυλακὴν ἢ πρὸς θάνατον ἐκδιδομένοις ἢ πρὸς δεσμὰ καὶ ἐξορίαν πάσῃ
σπουδῇ βοηθεῖτε, τὰ μέλη ὑμῶν ῥυόμενοι ἐκ χειρὸς ἀθέσμων. Καὶ ἐάν τις
αὐτοῖς συγκείμενος κρατηθῇ καὶ αἰκίαις ὑποπέσῃ, μακάριός ἐστιν, ὅτι
κοινωνὸς μαρτύρων ἐγένετο καὶ μιμητὴς τῶν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ
παθημάτων. Καὶ γὰρ καὶ ἡμεῖς πολλάκις ὑπὲρ Χριστοῦ ὑπὸ Καιάφα καὶ
Ἀλεξάνδρου καὶ Ἄννα πληγὰς λαβόντες, χαίροντες ἐξῄειμεν, ὅτι
κατηξιώθημεν ὑπὲρ τοῦ ὀνόματος τοῦ σωτῆρος ἡμῶν τοιαῦτα παθεῖν· καὶ
ὑμεῖς χαίρετε τοιαῦτα πάσχοντες, ὅτι μακάριοι γενήσεσθε ἐν ἐκείνῃ τῇ
ἡμέρᾳ. γ.
Ὅτι τοῖς διὰ Χριστὸν πορθουμένοις χρὴ χεῖρα ὀρέγειν, κἂν κίνδυνος παρῇ.
Καὶ τοὺς διωκομένους δὲ διὰ τὴν πίστιν καὶ πόλιν ἐκ πόλεως φεύγοντας
διὰ τὴν ἐντολὴν τοῦ Κυρίου προσλαμ βάνεσθε, ἀντιλαμβανόμενοι αὐτῶν καὶ
προσδεχόμενοι αὐτοὺς ὡς μάρτυρας, χαίροντες, ὅτι κοινωνοὶ τοῦ διωγμοῦ
αὐτῶν γεγένησθε, γινώσκοντες αὐτοὺς ὑπὸ τοῦ Κυρίου μεμακα ρίσθαι. Φησὶν
γὰρ αὐτός· Μακάριοί ἐστε, ὅταν ὀνει δίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ
εἴπωσιν πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ
ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν
τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. Καὶ πάλιν· Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς
διώξουσιν. Καὶ ἑξῆς· Ἐὰν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς
τὴν ἄλλην, ὅτι ἐν τῷ κόσμῳ τούτῳ θλῖψιν ἕξετε· παραδώσουσιν γὰρ ὑμᾶς
εἰς συναγωγάς, καὶ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθή σεσθε ἕνεκεν ἐμοῦ,
εἰς μαρτύριον αὐτοῖς· καὶ ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ὁ γὰρ
διωχθεὶς ἕνεκεν τῆς πίστεως καὶ μαρτυρήσας περὶ αὐτοῦ καὶ ὑπομείνας,
οὗτος ἀληθῶς ἄνθρωπος Θεοῦ. δ.
Ὅτι φρικτὸν καὶ ὀλέθριον τὸ ἀρνεῖσθαι Χριστόν.
Ὁ δὲ ἀρνησάμενος ἑαυτὸν Χριστοῦ εἶναι διὰ τὸ μὴ μισεῖσθαι ὑπὸ τῶν
ἀνθρώπων, φιλήσας τὴν ἑαυτοῦ ψυχὴν μᾶλλον ἢ τὸν Κύριον, οὗ ἡ πνοὴ αὐτοῦ
ἐν χειρὶ αὐτοῦ, οὗτος ἐλεεινός, ἄθλιος, ὡς ἐναγὴς καὶ βδελυκτός, φίλος
μὲν ἀνθρώπων θελήσας εἶναι, ἐχθρὸς δὲ τοῦ Θεοῦ, μερίδα λαβὼν οὐκέτι
μετὰ τῶν ἁγίων, ἀλλὰ μετὰ τῶν κατηραμένων, ἀντὶ βασιλείας εὐλογημένων
ποθήσας τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοι μασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις
αὐτοῦ· οὐχ ὑπ᾿ ἀνθρώπων ἔτι μισούμενος, ἀλλ᾿ ὑπὸ τοῦ Θεοῦ ἀπωσμένος καὶ
ἀπὸ τοῦ προσώπου αὐτοῦ ἐκβεβλημένος. Περὶ γὰρ τούτου ἀπεφήνατο ὁ Κύριος
λέγων· Ὅστις ἀρνήσεταί με ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ἐπαισχυνθῇ τὸ
ὄνομά μου, ἀρνήσομαι αὐτὸν κἀγὼ καὶ ἐπαισχυνθήσομαι ἔμπροσθεν τοῦ
Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν λέγει τοῖς μαθηταῖς αὐτοῦ,
ἡμῖν αὐτοῖς, οὕτως· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου
ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὃς
οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου
ἄξιος· ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν
αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν
κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρω πος
ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Καὶ ἑξῆς· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων
τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν
δυνά μενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. ε.
Ὅτι μιμητέον Χριστὸν ἐν τῷ πάσχειν καὶ ζηλωτέον τὴν αὐτοῦ ὑπομονήν.
Πᾶς οὖν ὁ μανθάνων τέχνην τινά, βλέπων τὸν διδάσκαλον αὐτοῦ διὰ τῆς
ἐνεργείας καὶ ἐμπειρίας ἀπαρτί ζοντα τὴν τέχνην αὐτοῦ, καὶ αὐτὸς ζηλοῖ
ὅμοιον αὐτῷ ποιήσασθαι τὸ ἐγχειρισθέν· ἐὰν δὲ μὴ ἐξισχύσῃ, οὐκ ἔστιν
τετελειωμένος ἐν τῷ ἔργῳ. Καὶ ἡμεῖς οὖν, ἔχοντες διδάσκαλον τὸν Κύριον
ἡμῶν Ἰησοῦν τὸν Χριστόν, διὰ τί οὐ μιμούμεθα τὴν αὐτοῦ διδαχήν; Ὅτι
ἐκεῖνος μὲν ἀπετάξατο ἀνέσει, τρυφῇ, δόξῃ, πλούτῳ, τύφῳ, δυνάμει
ἀμυντικῇ, μητρὶ καὶ ἀδελφοῖς, ἤδη δὲ καὶ τῇ οἰκείᾳ ζωῇ διὰ τὴν πρὸς τὸν
Πατέρα εὐσέβειαν καὶ τὴν εἰς ἡμᾶς φιλαν θρωπίαν, ὑπομείνας οὐ μόνον
διωγμὸν καὶ μάστιγας, ὀνει δισμὸν καὶ ἐμπαιγμόν, ἀλλ᾿ ἤδη καὶ τὴν πρὸς
τὸ ξύλον πρόσπηξιν, ὅπως Ἰουδαίους καὶ Ἕλληνας μετανοήσαντας σώσῃ· εἰ
οὖν αὐτὸς δι᾿ ἡμᾶς ἀπετάξατο ἅμα πᾶσι, μὴ ἐπαισχυνθεὶς σταυρόν, μηδὲ
ἀδοξήσας τὸν θάνατον, τίνος ἕνεκεν ἡμεῖς οὐ μιμούμεθα αὐτοῦ τὰ πάθη καὶ
ἀποτασσόμεθα ὑπὲρ αὐτοῦ καὶ αὐτῇ τῇ ζωῇ ἡμῶν, διδόντος αὐτοῦ ἡμῖν τὴν
ὑπομονήν; Ἐκεῖνος μὲν γὰρ δι᾿ ἡμᾶς, ἡμεῖς δὲ δι᾿ ἑαυτούς, οὐ γὰρ χρῄζει
ἡμῶν αὐτός, ἡμεῖς δὲ τοῦ ἐλέους αὐτοῦ· μόνον δὲ τὸ τῆς πίστεως ἡμῶν
γνήσιον ἐπιζητεῖ καὶ αὐθαίρετον, ὥς φησιν ἡ γραφή· Εἰ δίκαιος εἶ, τί
δώσεις αὐτῷ ἢ τί ἐκ χειρός σου λήψεται; Ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά
σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου. στ.
Ὅτι χρὴ τὸν πιστὸν μὴ ῥιψοκίνδυνον εἶναι δι᾿ ἀσφάλειαν μήτε περιδεῆ δι᾿
ἀνανδρίαν, ἀλλὰ καὶ φεύγειν δι᾿ εὐλάβειαν καὶ ἐμπί πτοντα ἀγωνίζεσθαι
διὰ τὸν ἀποκείμενον στέφανον.
Ἀποταξώμεθα οὖν καὶ γονεῦσιν καὶ συγγενέσιν καὶ φίλοις καὶ γυναικὶ καὶ
τέκνοις καὶ κτήμασιν καὶ σύμπαντι τῷ βίῳ, ὅταν ᾖ τι τούτων κώλυμα πρὸς
εὐσέβειαν. Δεῖ γὰρ προσεύχεσθαι μὲν ἡμᾶς, ἵνα μὴ εἰσέλθωμεν εἰς πει
ρασμόν· ἐὰν δὲ κληθῶμεν εἰς μαρτύριον, μετὰ ἐνστάσεως ὁμολογεῖν τὸ
τίμιον ὄνομα· καὶ ἐὰν τούτου χάριν κολασθῶ μεν, χαίρωμεν ὡς ἐπὶ
ἀθανασίαν σπεύδοντες. Διωκόμενοι μὴ ξενιζώμεθα, μὴ ἀγαπήσωμεν τὸν νῦν
αἰῶνα μηδὲ τοὺς παρὰ ἀνθρώπων ἐπαίνους μηδὲ τὴν τῶν ἀρχόντων δόξαν καὶ
τιμήν, καθάπερ καί τινες τῶν Ἰουδαίων, θαυμάζοντες τοῦ Κυρίου τὰς
ἐνεργείας, οὐκ ἐπίστευον εἰς αὐτὸν φόβῳ τῷ πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς
λοιποὺς τῶν ἀρχόντων· Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ
τὴν δόξαν τοῦ Θεοῦ. Ὁμολογήσαντες δὲ τὴν καλὴν ὁμολογίαν, οὐ μόνον
ἑαυτοὺς σῴζομεν, ἀλλὰ καὶ τοὺς νεοφωτίστους βεβαιοῦμεν καὶ τοὺς
κατηχουμένους πιστο ποιούμεθα. Εἰ δὲ καθυφῶμέν τι τῆς ὁμολογίας,
ἐξαρνησάμενοι τὴν εὐσέβειαν διὰ γνώμης χαυνότητα καὶ φόβον βραχυτάτης
τιμωρίας, οὐ μόνον ἑαυτοὺς ἀποστεροῦμεν τῆς αἰωνίου δόξης, ἀλλ᾿ ἤδη καὶ
ἑτέροις αἴτιοι ἀπωλείας γενησόμεθα καὶ διπλοτέραν ὑποίσομεν τὴν τίσιν,
ὡς ὑποψίαν δόντες διὰ τῆς ἀρνήσεως, πλάνης διδαχὴν εἶναι τήν ποτε ὑφ᾿
ἡμῶν δοξα ζομένην ἀλήθειαν. Διὸ μήτε πρόχειροι ὦμεν καὶ ῥιψοκίν δυνοι·
λέγει γὰρ ὁ Κύριος· Προσεύχεσθε μὴ ἐμπεσεῖν εἰς πειρασμόν· τὸ μὲν
πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Μήτε μὴν ἐμπεσόντες δειλίᾳ
καταισχύνωμεν τὴν ὁμολογίαν. Εἰ γὰρ ἀρνησάμενός τις τὴν ἑαυτοῦ ἐλπίδα,
ὅς ἐστιν Ἰησοῦς ὁ τοῦ Θεοῦ υἱός, ἀπολυθῇ τοῦ προσκαίρου θανάτου, αὔριον
δὲ ἐπὶ κλίνης νόσῳ περιπέσῃ ὀξυτάτῃ κοιλίας ἢ στομάχου ἢ κεφαλῆς ἤ τινι
πάθει τῶν ἀνιάτων, σήψεως ἢ γαγγραίνης ἢ ἀποστάσεως ἢ ἰλεοῦ ἢ ὑδέρου ἢ
κόλου, ταχεῖαν ποιήσηται τὴν καταστροφὴν καὶ τοῦ ζῆν ὑπεξέλθοι· οὐχὶ
καὶ τῶν ἐνταῦθα ἐστερήθη καὶ τῶν αἰωνίων ἐκπέπτωκεν, μᾶλλον δὲ τῆς
αἰωνίου κολάσεως ἐντὸς κατέστη, πορευθεὶς εἰς τὸ σκότος τὸ ἐξώτερον, οὗ
ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων; Ὁ δὲ ἀξιωθεὶς μαρτυρίου χαιρέτω
τὴν ἐν Κυρίῳ χαράν, ὡς τηλικούτου ἐπιτυχὼν στεφάνου καὶ δι᾿ ὁμολογίας
ποιούμενος τὴν ἔξοδον τοῦ βίου. Καὶ ἐὰν κατηχούμενος ᾖ, ἄλυπος ἀπίτω·
τὸ γὰρ πάθος τὸ ὑπὲρ Χριστοῦ αὐτῷ ἔσται γνησιώτερον βάπτισμα, ὅτι αὐτὸς
μὲν πείρᾳ συναποθνήσκει τῷ Κυρίῳ, οἱ δὲ λοιποὶ τύπῳ. Χαιρέτω οὖν
μιμούμενος τὸν διδάσκαλον, ἐπειδὴ καὶ προστέτακται· Κατηρτισμένος ἔστω
πᾶς ὡς ὁ διδάσκαλος αὐτοῦ. Ὁ δὲ διδάσκαλος ἡμῶν Ἰησοῦς ὁ Κύριος δι᾿
ἡμᾶς ἐπλήγη, βλασφημίας ὑπέ μεινεν καὶ ὀνειδισμοὺς μακροθύμως,
ἐνεπτύσθη, ἐκολαφίσθη, ἐρραπίσθη, σταυρῷ μετὰ τὸ μαστιχθῆναι προσηλώθη,
ὄξος καὶ χολὴν ἐποτίσθη, τελειώσας πάντα τὰ γεγραμμένα εἶπεν τῷ Θεῷ καὶ
Πατρί· Εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Διὸ καὶ ὁ εὐχόμενος
ἐκείνου μαθητὴς εἶναι ζηλούτω τοὺς αὐτοῦ ἀγῶνας, μιμείσθω τὴν ὑπομονήν,
γινώ σκων, ὅτι κἂν ἐν πυρὶ ὑπὸ ἀνθρώπων καῇ, οὐθὲν πείσεται, ὡς καὶ οἱ
τρεῖς παῖδες, ἢ εἰ καὶ πάθοι τι, μισθὸν παρὰ Θεοῦ λήψεται, πιστεύων τῷ
ἑνὶ καὶ μόνῳ ἀληθινῶ Θεῷ καὶ Πατρὶ διὰ Ἰησοῦ Χριστοῦ τοῦ μεγάλου
ἀρχιερέως καὶ λυτρωτοῦ τῶν ψυχῶν καὶ μισθαποδότου τῶν ἄθλων, ᾧ ἡ δόξα
εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. ζ.
Περὶ ἀναστάσεως ἀποδείξεις διάφοροι.
Αὐτὸς γὰρ ἡμᾶς ἐγερεῖ ὁ παντοκράτωρ Θεὸς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ τὴν ἀψευδῆ, καὶ ἀναστήσει ἡμᾶς σὺν
πᾶσι τοῖς ἀπ᾿ αἰῶνος κοιμηθεῖσιν τοιούτους, ὁποῖοι ὑπάρχομεν ἐν τῇ νῦν
μορφῇ, μηθὲν ἐλλειπὲς ἔχοντας ἢ τὴν φθοράν, ἐπείπερ ἄφθαρτοι
ἀναστησόμεθα. Κἄν τε γὰρ ἐν πελάγει τελευ τήσωμεν, κἂν ἐν γῇ
διασπαρῶμεν, κἂν ὑπὸ θηρίων ἢ ὀρνέων διασπασθῶμεν, ἀναστήσει ἡμᾶς τῇ
ἑαυτοῦ δυνάμει, ὅτι ὁ πᾶς κόσμος τῇ τοῦ Θεοῦ συνέχεται χειρί· Θρὶξ δέ,
φησίν, ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Διὸ παραινεῖ λέγων· Ἐν τῇ
ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Περὶ δὲ τῆς τῶν νεκρῶν ἀναστάσεως
καὶ τῆς τῶν μαρτύ ρων μισθαποδοσίας λέγει Γαβριὴλ τῷ Δανιήλ· Καὶ πολλοὶ
τῶν κεκοιμημένων ἐκ γῆς χώματος ἀναστήσονται, οἱ μὲν εἰς ζωὴν αἰώνιον,
οἱ δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον· καὶ οἱ συνιέντες ἐκλάμψουσιν
ὡς ὁ ἥλιος καὶ ὡς τὸ στερέωμα καὶ ὡς οἱ ἀστέρες. Ὡς φωστῆρας τοίνυν
τοὺς ἁγίους ἐκλάμψειν προεῖπεν ὁ ἅγιος Γαβριήλ· αὐτοῖς γὰρ τὸ συνιέναι
τὴν ἀλήθειαν ἐμαρτύρησεν καὶ τὸ ἱερὸν αὐτοῦ ὄνομα. Οὐ μόνον δὲ τοῖς
μάρτυσιν ἐπήγγελται τὴν ἀνάστασιν, ἀλλὰ καὶ πᾶσιν ἀνθρώ ποις, δικαίοις
τε καὶ ἀδίκοις, εὐσεβέσιν τε καὶ δυσσεβέσιν, ἵνα ἕκαστος τὰ πρὸς ἀξίαν
τίσῃ. Ἄξει γάρ, φησίν, ὁ Θεὸς σύμπαν τὸ ποίημα εἰς κρίσιν ἐν παντὶ
παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν. Ταύτην δὲ τὴν ἀνάστασιν μὴ
πιστεύοντες Ἰουδαῖοι τὸ παλαιὸν ἔλεγον· Ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν,
διαπεφωνήκαμεν. Οἷς ὁ Θεὸς ἀποκριθεὶς ἔφη· Ἰδοὺ ἐγὼ ἀνοίγω τοὺς τάφους
ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐξ αὐτῶν καὶ δώσω τὸ πνεῦμά μου ἐν ὑμῖν, καὶ
ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω. Καὶ διὰ
Ἡσαΐου φησίν· Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς
μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἡσυχάζοντες ἐν τῇ γῇ, ὅτι ἡ δρόσος ἡ
παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν. Πολλὰ μὲν οὖν καὶ ἕτερα περὶ τῆς ἀναστάσεως
εἴρηται καὶ περὶ τῆς τῶν δικαίων ἐν δόξῃ διαμονῆς καὶ περὶ τῆς τῶν
ἀσεβῶν τιμωρίας, πτώσεως, ἀποστροφῆς, καταδίκης, ἀδοξίας, πυρὸς αἰωνίου
καὶ σκώληκος ἀτελευτήτου. Καὶ ὅτι, εἰ ἐβούλετο πάντας ἀνθρώπους εἶναι
ἀθανάτους, ἠδύνατο, ἔδειξεν τὸν Ἐνὼχ καὶ τὸν Ἠλίαν μὴ ἐάσας θανάτου
πεῖραν λαβεῖν. Εἰ δὲ καὶ κατὰ γενεὰν τοὺς τελευτῶντας ἀνιστᾶν ἤθελεν,
καὶ δι᾿ ἑαυτοῦ καὶ δι᾿ ἑτέρων ἔπεισεν, τὸν μὲν υἱὸν τῆς χήρας διὰ Ἠλίου
ἀναστήσας καὶ τὸν τῆς Σωμανίτιδος διὰ Ἐλισσαίου. Πειθόμεθα δὲ μὴ μισθὸν
τιμωρίας εἶναι τὸν θάνατον, ἐξ ὧν αὐτὸν καὶ ἅγιοι ὑπέστησαν ἢ καὶ αὐτὸς
ὁ τῶν ἁγίων Κύριος Ἰησοῦς ὁ Χριστός, ἡ ζωὴ τῶν πιστῶν καὶ ἡ ἀνάστασις
τῶν νεκρῶν. Διὰ τοῦτο οὖν τέως ὡς ἂν ἐν μεγαλοπόλει πολιτευομέ νοις
μετὰ τοὺς ἄθλους ἐπάγει πρὸς ὀλίγον τὴν διάλυσιν, ἵνα ἀναστήσας ἕκαστον
ἢ ἀποκηρύξῃ ἢ στεφανώσῃ. Ὁ γὰρ τοῦ Ἀδὰμ τὸ σῶμα ἐκ γῆς καὶ τῶν λοιπῶν
κατασκευάσας, οὗτος καὶ τῶν λοιπῶν καὶ τοῦ πρώτου μετὰ διάλυσιν τὸ σῶμα
ἀναστήσει. Ἀκούσονται γάρ, φησί, πάντες οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς
τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκού σαντες ζήσονται. Πρὸς δὲ τούτοις
πιστεύομεν γίνεσθαι τὴν ἀνάστασιν καὶ ἐκ τῆς τοῦ Κυρίου ἀναστάσεως·
αὐτὸς γάρ ἐστιν ὁ καὶ Λάζαρον ἀναστήσας τετραήμερον καὶ τὴν θυγατέρα
Ἰαείρου καὶ τὸν υἱὸν τῆς χήρας, καὶ ἑαυτὸν προστάγματι τοῦ Πατρὸς διὰ
τριῶν ἡμερῶν ἀνεγείρας, ὁ ἀρραβὼν τῆς ἀναστάσεως ἡμῶν. Ὁ τὸν Ἰωνᾶν διὰ
τριῶν ἡμερῶν ζῶντα καὶ ἀπαθῆ ἐξαγαγὼν ἐκ τῆς κοιλίας τοῦ κήτους καὶ
τοὺς τρεῖς παῖδας ἐκ καμίνου Βαβυλωνίας καὶ τὸν Δανιὴλ ἐκ στόματος
λεόντων, οὐκ ἀπορήσει δυνάμεως καὶ ἡμᾶς ἀνεγεῖραι. Εἰ δὲ χλευάζουσιν
Ἕλληνες ἀπιστοῦντες ταῖς ἡμετέ ραις γραφαῖς, πιστωσάτω αὐτοὺς κἂν ἡ
αὐτῶν προφῆτις Σίβυλλα, οὕτω πως αὐτοῖς λέγουσα κατὰ λέξιν· Ἀλλ᾿ ὁπότ᾿ ἤδη πάντα τέφρα σποδόεσσα γένηται, Καὶ πῦρ κοιμίσῃ θεὸς ἄφθιτος, ὅσπερ ἀνῆψεν, Ὀστέα καὶ σποδιὴν αὐτὸς θεὸς ἔμπαλιν ἀνδρῶν Μορφώσει, στήσει δὲ βροτοὺς πάλιν, ὡς πάρος ἦσαν· Καὶ τότε δὴ κρίσις ἔσται, ἐφ᾿ ᾗ δικάσει θεὸς αὐτός, Κρίνων ἔμπαλι κόσμον· ὅσοι δ᾿ ὑπὸ δυσσεβίῃσιν Ἥμαρτον, τούσδ᾿ αὖ πάλι γαῖα καλύψει· Ὅσσοι δ᾿ εὐσεβέουσι, πάλιν ζήσοντ᾿ ἐνὶ κόσμῳ, Πνεῦμα θεοῦ δόντος ζωήν θ᾿ ἅμα καὶ χάριν αὐτοῖς Εὐσεβέσιν· πάντες δὲ τότ᾿ εἰσόψονται ἑαυτούς. Εἰ τοίνυν καὶ αὐτὴ τὴν ἀνάστασιν ὁμολογεῖ καὶ τὴν παλιγγενεσίαν οὐκ ἀρνεῖται, διακρίνει δὲ τοὺς εὐσεβεῖς ἐκ τῶν ἀσεβῶν, μάτην ἄρα τοῖς ἡμετέροις ἀπιστοῦσιν. Καίτοι φασὶν καὶ εἰδικὴν δεικνύειν τὴν ἀνάστασιν, μὴ πιστεύοντες οἷς αὐτοὶ διηγοῦνται. Φασὶ γὰρ ὄρνεόν τι μονο γενὲς ὑπάρχειν, πλουσίαν τῆς ἀναστάσεως παρέχον τὴν ἀπόδειξιν, ὃ λέγουσιν ἄζυγον ὑπάρχειν καὶ μόνον ἐν δημι ουργίᾳ· φοίνικα δὲ αὐτὸ προσαγορεύουσιν, ὃ καὶ ἱστοροῦσιν κατὰ πεντακόσια ἔτη ἔρχεσθαι εἰς Αἴγυπτον ἐπὶ τὸν λεγό μενον ἡλίου βωμόν, φέρον πλῆθος κινναμώμου κασσίας τε καὶ ξυλοβαλσάμου καὶ στὰν πρὸς ἀνατολάς, ὡς αὐτοί φασιν, τῷ ἡλίῳ προσευξάμενον αὐτομάτως φλεχθῆναι καὶ γενέσθαι κόνιν, ἐκ δὲ τῆς σποδοῦ σκώληκα ἀναφυῆναι, καὶ τοῦτον θερμανθέντα μορφωθῆναι εἰς ἀρτιγενῆ φοίνικα καὶ πτηνὸν γενόμενον ἐπ᾿ Ἀραβίαν στείλασθαι, ἥπερ ἐστὶν περαιτέρω τοῦ αἰγυπτιακοῦ νομοῦ. Εἰ τοίνυν, ὡς καὶ αὐτοί φασιν, διὰ τοῦ ἀλόγου ὀρνέου δείκνυται ἡ ἀνάστασις, τί μάτην τὰ ἡμέτερα διαβάλλουσιν, ὅταν ὁμολογῶμεν, ὅτι ὁ δυνάμει τὸ μὴ ὂν εἰς τὸ εἶναι παραγαγών, οὗτος ἰσχύει τοῦτο καὶ μετὰ τὴν διάλυσιν εἰς ἀνέγερσιν παραστῆσαι; Διὰ γὰρ ταύτην τὴν πληροφορίαν καὶ μάστιγας καὶ διωγμοὺς καὶ θανάτους ὑπομένομεν, ἐπεὶ μάτην τὰ τοιαῦτα κατεδεξάμεθα μὴ τούτων ἔχοντες τὴν πληροφορίαν, ὧν κήρυ κες ἐπαγγελλόμεθα εἶναι. Ὥσπερ οὖν ἐπείσθημεν Μωϋσῇ εἰπόντι, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ γινώσκομεν, ὅτι οὐχ ὕλης ἦν ἐνδεής, ἀλλὰ βουλήσει μόνῃ, ἃ προσετάγη Χριστός, ταῦτα καὶ παρήγαγεν, λέγομεν δὴ οὐρανόν, γῆν, θάλασσαν, φῶς, νύκτα, ἡμέραν, φωστῆρας, ἄστρα, πετεινά, νηκτά, τετράποδα, ἑρπετά, φυτά, βοτάνας· τὸν αὐτὸν τρόπον καὶ πάντας ἀναστήσει θελήματι, συνεργείας μὴ δεόμενος. Τῆς γὰρ αὐτῆς δυνάμεώς ἐστιν ἔργον τὸ δημιουργῆσαι κόσμον καὶ τὸ νεκροὺς ἀναστῆσαι· καὶ τότε μὲν μὴ ὄντα τὸν ἄνθρωπον ἐκ διαφόρων ἐποίησεν, δοὺς αὐτῷ τὴν ψυχὴν ἐκ τοῦ μὴ ὄντος, νῦν δὲ ταῖς οὔσαις ψυχαῖς τὰ διαλυθέντα σώματα ἀποτίσει. Κειμένων γάρ ἐστιν ἡ ἀνάστασις, οὐχὶ δὲ μὴ ὑπαρχόντων. Ὁ οὖν τὰ πρῶτα σώματα ἐκ μὴ ὄντων ποιήσας καὶ ἐξ αὐτῶν διάφορα δημιουργήσας, οὗτος καὶ τοὺς θανόντας ζωοποιήσας ἀναστήσει. Ὁ γὰρ ἐν τῇ κοιλίᾳ τὸν ἄνθρωπον ἐκ μικροῦ σπέρματος μορφῶν καὶ ψυχὴν αὐτῷ οὐκ οὖσαν ἐνδημιουργῶν, καθὼς αὐτός πού φησιν τῷ Ἱερεμίᾳ· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε. Καὶ ἀλλαχοῦ· Ἐγὼ Κύριος στερεῶν οὐρανὸν καὶ θεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. Αὐτὸς καὶ πάντας ἀνθρώπους ἀναστήσει αὐτοῦ ὄντας ποιήματα, καθὼς καὶ ἡ θεία γραφὴ μαρτυρεῖ λέγοντα τὸν Θεὸν τῷ μονογενεῖ Χριστῷ· Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ ὁ θειότατος καὶ καρτερικὸς Ἰώβ, περὶ οὗ φησιν ἡ γραφή, ὅτι γέγραπται αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ᾿ ὧν ὁ Κύριος ἀνίστησιν, οὗτός φησι πρὸς τὸν Θεόν· Ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἔπηξας δέ με ἶσα τυρῷ; Δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας, ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ᾿ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα· ταῦτα ἔχων ἐν ἐμαυτῷ, οἶδα, ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Λέγει δὲ καὶ ὁ θεοφιλὴς Δαυὶδ τῷ Θεῷ· Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. Καὶ πάλιν· Σὺ ἔγνως τὸ πλάσμα ἡμῶν. Καὶ ἑξῆς· Σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκρα ταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν· τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. Ἀλλὰ καὶ ὁ Ἡσαΐας λέγει προσευχόμενος αὐτῷ, ὅτι Ἡμεῖς ὁ πηλὸς καὶ σὺ ὁ πλάστης ἡμῶν. Εἰ τοίνυν αὐτοῦ δημιούργημα ὁ ἄνθρωπος διὰ Χριστοῦ γενόμενος, πάντως ὅτι καὶ θανὼν δι᾿ αὐτοῦ ἀναστήσεται ἐπὶ τῷ ἢ στεφανωθῆναι ἐπὶ τοῖς κατορθώμασιν ἢ κολασθῆναι ἐπὶ τοῖς πλημμελήμασιν. Εἰ δὲ δικαιοσύνῃ κρίνει ὡς νομο θέτης, ὥσπερ κολάζει τοὺς ἀσεβεῖς, οὕτως εὐεργετῶν σῴζει τοὺς πιστοὺς καὶ τοὺς δι᾿ αὐτὸν ὑπ᾿ ἀνθρώπων σφαγέντας ἁγίους, τοὺς μὲν ὡς ἄστρα φαιδρύνων, τοὺς δὲ ὡς φωστῆρας λαμπρύνων, καθὼς ὁ Γαβριὴλ τῷ Δανιὴλ ἔλεγεν. Μαθη ταὶ οὖν Χριστοῦ πάντες ὑπάρχοντες οἱ πιστοί, πιστεύωμεν αὐτοῦ ταῖς ἐπαγγελίαις· ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος. Λέγει δὲ καὶ ὁ μακάριος προφήτης Δαυὶδ ὅτι Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὁ γὰρ ἐκ παρθένου ἑαυτῷ κατασκευάσας σῶμα, οὗτος καὶ τῶν ἄλλων ἀνθρώπων δημιουργός ἐστιν, καὶ ὁ ἑαυτὸν ἀναστήσας ἐκ τῶν νεκρῶν, αὐτὸς καὶ πάντας τοὺς κειμένους ἀναστήσει. Ὁ τὸν πυρὸν ἐξ ἑνὸς κόκκου πολύχουν ἐκ γῆς ἀνιστῶν, ὁ τὸ ἐκκοπὲν δένδρον εἰς ῥάδαμνον ἀναθάλλων, ὁ τὴν Ἀαρὼν ῥάβδον ξηρὰν οὖσαν ἐκφύσας εἰς βλαστόν, αὐτὸς καὶ ἡμᾶς ἐγερεῖ ἐν δόξῃ. Ὁ τὸν παρα λυτικὸν σῶον ἀνεγείρας καὶ τὸν ἐξηραμμένην ἔχοντα τὴν χεῖρα ἰασάμενος καὶ τὸ λεῖπον μέρος ἐν τῷ ἐκ γενετῆς πηρῷ ἐκ γῆς καὶ σιέλου ἀποδούς, ὁ αὐτὸς καὶ ἡμᾶς ἀνεγερεῖ. Ὁ ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων πεντακισχιλίους κορέσας καὶ περισσεύσας δώδεκα κοφίνους, καὶ ἐξ ὕδατος οἶνον μεταποιήσας καὶ ἐκ στόματος ἰχθύος στατῆρα δι᾿ ἐμοῦ Πέτρου τοῖς ἀπαιτοῦσι κῆνσον ἀποστείλας, ὁ αὐτὸς καὶ τοὺς νεκροὺς ἀνεγερεῖ. Ταῦτα γὰρ ἅπαντα ἡμεῖς περὶ αὐτοῦ μαρτυροῦμεν, τὰ δὲ ἄλλα οἷ προφῆται. Ἡμεῖς οἱ συμφαγόντες αὐτῷ καὶ συμπιόντες, καὶ θεαταὶ γενόμενοι τῶν αὐτοῦ τεραστίων καὶ τῆς ζωῆς καὶ τῆς πολιτείας καὶ τῶν λόγων καὶ τῶν παθημάτων καὶ τοῦ θανάτου καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, καὶ συνα ναστραφέντες αὐτῷ ἡμέρας τεσσαράκοντα μετὰ τὴν ἔγερσιν αὐτοῦ, καὶ λαβόντες ἐντολὴν παρ᾿ αὐτοῦ κηρῦξαι τὸ εὐαγγέ λιον εἰς ὅλον τὸν κόσμον καὶ μαθητεῦσαι πάντα τὰ ἔθνη καὶ βαπτίσαι εἰς τὸν θάνατον αὐτοῦ ἐπὶ αὐθεντίᾳ τοῦ Θεοῦ τῶν ὅλων, ὅς ἐστιν αὐτοῦ Πατήρ, καὶ μαρτυρίᾳ Πνεύματος, ὅ ἐστι παράκλητος· διδάσκομεν ὑμᾶς ταῦτα πάντα, ἃ διαταξάμενος ἡμῖν ἀνελήφθη ἐπ᾿ ὄψει ἡμῶν εἰς τὸν οὐρανὸν πρὸς τὸν ἀποστείλαντα αὐτόν. Καὶ ἐὰν μὲν πιστεύσητε, μακάριοι γενήσεσθε· εἰ δὲ μὴ πιστεύσητε, ἀθῶοι ἡμεῖς εὑρεθησόμεθα καὶ καθαροὶ τῆς ὑμετέρας δυσπι στίας. η.
Περὶ Ἰακώβου τοῦ ἀδελφοῦ τοῦ Κυρίου καὶ Στεφάνου τοῦ πρωτο μάρτυρος.
Περὶ δὲ τῶν μαρτύρων λέγομεν ὑμῖν, ὅπως πάσῃ τιμῇ ὦσιν παρ᾿ ὑμῖν, ὡς
καὶ παρ᾿ ἡμῖν τετίμηνται ὁ μακάριος Ἰάκωβος ὁ ἐπίσκοπος καὶ ὁ ἅγιος
ἡμῶν συνδιάκονος Στέφα νος. Οὗτοι γάρ εἰσιν καὶ ὑπὸ Θεοῦ μεμακαρισμένοι
καὶ ὑπὸ ὁσίων ἀνδρῶν τετιμημένοι, καθαροὶ πάσης πλημμελείας, ἄτρεπτοι
πρὸς ἁμαρτίαν, ἀμετάπειστοι τῶν καλῶν, ἀνεν δοίαστοι πρὸς ἐγκώμια, περὶ
ὧν καὶ ὁ Δαυὶδ ἔλεγεν· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων
αὐτοῦ. Καὶ ὁ Σολομών· Μνήμη δικαίων μετ᾿ ἐγκωμίων. Περὶ ὧν καὶ ὁ
προφήτης ἔλεγεν· Ἄνδρες δίκαιοι αἴρονται. θ.
Περὶ ψευδομαρτύρων.
Ταῦτα δὲ περὶ τῶν κατὰ ἀλήθειαν ὑπὲρ Χριστοῦ μαρτυρησάντων εἴρηται,
ἀλλ᾿ οὐ περὶ τῶν ψευδομαρτύρων, περὶ ὧν τὸ λόγιόν φησιν· Ὄνομα δὲ
ἀσεβῶν σβέννυται· μάρτυς γὰρ πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ
μάρτυς ἄδικος. Ὁ γὰρ ἐν μαρτυρίῳ ἐξελθὼν ἀψευδῶς ὑπὲρ τῆς ἀληθείας,
οὗτος ἀληθινὸς μάρτυς, ἀξιόπιστος ἐν οἷς συνηγωνίσατο τῷ λόγῳ τῆς
εὐσεβείας διὰ τοῦ οἰκείου αἵματος. ι.
Ὅτι δεῖ φεύγειν ματαιολογίας, αἰσχρολογίας, εὐτραπελίας, μέθην,
λαγνείαν, θρύψιν, ὀργὴν ἄμετρον, ᾠδὴν ἐθνικὴν ἢ πορνικόν, ὀνο μασίαν τε
εἰδώλων ἢ δαιμόνων.
Παραινοῦμεν δὲ ὑμῖν, ἀδελφοὶ καὶ σύνδουλοι, φεύ γειν τὰς ματαιολογίας
καὶ τὰς αἰσχρολογίας καὶ τὰς εὐτρα πελίας, μέθας, λαγνείας, θρύψεις καὶ
τὰς ἀμέτρους ὀργὰς σὺν ταῖς μωρολογίαις, ὅτι οὐδὲ ἐν ταῖς κυριακαῖς
ἡμέραις τῶν εὐφροσυνῶν ὑμῶν ἐπιτρέπομεν ὑμῖν ἄσεμνόν τι ἢ φθέγγεσθαι ἢ
πράττειν. Λέγει γάρ που καὶ ἡ γραφή· Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ
ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Καὶ τὰς ἀγαλλιάσεις οὖν ὑμῶν μετὰ φόβου καὶ
τρόμου γίνεσθαι χρή. Ὁ γάρ τοι χριστιανὸς ὁ πιστὸς οὐδὲ ᾠδὴν ἐθνικὴν
ὀφείλει λέγειν οὔτε ᾆσμα πορνικόν, ἐπεὶ συμβήσεται αὐτῷ διὰ τῆς ᾠδῆς
εἰδώλων μνημονεύειν ὀνόματα δαιμονικά, καὶ ἀντὶ τοῦ ἁγίου Πνεύματος
εἰσφρήσει ἐν αὐτῷ τὸ πονηρόν. ια.
Παραίνεσις παιδεύουσα φεύγειν τῆς εἰδωλολατρείας τὸ μύσος.
Ἀπείρηται δὲ καὶ τὸ ὀμνύειν ἐν αὐτοῖς καὶ τὸ διὰ στόματος αὐτῶν
προφέρειν τὰ βδελυκτὰ ὀνόματα ἢ προσκυ νεῖν αὐτοῖς ἢ φοβεῖσθαι αὐτοὺς
ὡς θεούς· οὐ γὰρ εἰσὶν θεοί, ἀλλ᾿ ἢ πονηροὶ δαίμονες ἢ μεμωκημένα ἔργα.
Λέγει γάρ που ὁ Θεὸς περὶ τῶν Ἰσραηλιτῶν· Ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν
τοῖς οὐκ οὖσι θεοῖς. Καὶ ἑξῆς· Ἐξαρῶ τὰ ὀνόματα τῶν εἰδώλων ἐκ τοῦ
στόματος αὐτῶν. Καὶ ἀλλαχοῦ· Αὐτοὶ παρεζήλωσάν με ἐπ᾿ οὐ θεοῖς,
παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Καὶ ἐν πάσαις δὲ ταῖς γραφαῖς
ἀπηγόρευται ταῦτα ὑπὸ Κυρίου τοῦ Θεοῦ. ιβ.
Ὅτι μὴ προσήκει ᾠδὴν ἐθνικὴν ᾄδειν οὔτε ἐπομνύεσθαι εἴδωλον οὔτε
οἰωνοῖς ἢ κληδόσιν ἢ μαντείαις ἢ παλμοῖς ἢ παρατηρήσεσιν ἰουδαικαῖς
προσανέχειν· ἀσεβὲς γὰρ τοῦτο καὶ τῆς τοῦ Θεοῦ γνώσεως ἐχθρόν.
Οὐ μόνον δὲ περὶ εἰδώλων ἀπαγορεύουσιν, ἀλλὰ καὶ περὶ φωστήρων
νομοθετοῦντες παραινοῦσιν μήτε ὀμνύειν ταῦτα μήτε μὴν λατρεύειν αὐτοῖς·
φασὶ γάρ· Μὴ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας πλανηθεὶς
προσκυνήσῃς αὐτοῖς. Καὶ ἀλλαχοῦ· Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε,
καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε. Τὰ γὰρ ἄστρα καὶ οἱ
φωστῆρες εἰς φαῦσιν ἀνθρώποις, ἀλλ᾿ οὐκ εἰς προσκύνησιν ἐδόθησαν, εἰ
καὶ οἱ Ἰσραηλῖται μοχθηρίᾳ τρόπου προσεκύνουν ἀντὶ τοῦ κτίστου τὴν
κτίσιν, καὶ τὸν μὲν δημιουργὸν καθυβρίσαντες, τὴν δὲ κτίσιν πλεῖον ἢ
δεῖ θαυμάσαντες, καί ποτε μὲν μοσχοποιοῦντες ὡς ἐν ἐρήμῳ, ποτὲ δὲ τὸν
Βεελφεγὼρ προσκυνοῦντες, ἄλλοτε δὲ τὸν Βαὰλ καὶ τὸν Θαμμοὺς καὶ τὴν
σιδωνίαν Ἀστάρτην, καὶ πάλιν τὸν Μολὸχ καὶ τὸν Χαμώς, καὶ ἄλλοτε τὸν
ἥλιον, ὡς παρὰ τῷ Ἰεζεκιὴλ γέγραπται, ἤδη δὲ καὶ ἄλογα ζῶα, ὡς παρ᾿
Αἰγυπτίοις τὸν Ἄπιν καὶ τὸν μενδήσιον τράγον, καὶ θεοὺς ἀργυροῦς καὶ
χρυσοῦς, ὡς ἐν Ἰουδαίᾳ. Δι᾿ ἅπερ ἅπαντα ἀπειλῶν αὐτοῖς ἔλεγεν διὰ τοῦ
προφήτου· Μὴ μικρὸν τοῦτο τῷ οἴκῳ Ἰούδα, τοῦ ποιεῖν τὰ βδελύγματα
ταῦτα, ἃ ἐποίησαν, ὅτι ἔπλησαν τὴν γῆν ἀνομίας τοῦ παροργίσαι με; Ἰδού,
αὐτοί εἰσιν ὡς μυκτηρίζοντες, καὶ ἐγὼ ποιP |