|
ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ
ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ Ζ΄
Περὶ πολιτείας καὶ
εὐχαριστίας καὶ τῆς κατὰ Χριστὸν μυήσεως
α.
Ὅτι δύο ὁδοί εἰσι· μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου.
Τοῦ νομοθέτου Μωϋσέως εἰρηκότος τοῖς Ἰσραηλίταις· Ἰδοὺ δέδωκα πρὸ
προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ θανάτου, καὶ
ἐπιφέροντος· Ἔκλεξαι τὴν ζωήν, ἵνα ζήσῃς, καὶ τοῦ προφήτου Ἠλιοῦ
λέγοντος τῷ λαῷ· Ἕως πότε χωλανεῖτε ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν;
Εἰ Θεός ἐστι Κύριος, πορεύεσθε ὀπίσω αὐτοῦ, εἰκότως ἔλεγεν καὶ ὁ Κύριος
Ἰησοῦς· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει
καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει.
Ἀναγκαίως καὶ ἡμεῖς ἑπόμενοι τῷ διδασκάλῳ Χριστῷ, ὅς ἐστι σωτὴρ πάντων
ἀνθρώπων μάλιστα πιστῶν, φαμὲν ὡς δύο ὁδοί εἰσιν, μία τῆς ζωῆς καὶ μία
τοῦ θανάτου. Οὐδεμίαν δὲ σύγκρισιν ἔχουσιν πρὸς ἑαυτάς, πολὺ γὰρ τὸ
διάφορον, μᾶλλον δὲ πάντη κεχωρισμέναι τυγχάνουσιν, καὶ φυσικὴ μὲν
ἔστιν ἡ τῆς ζωῆς ὁδός, ἐπείσακτος δὲ ἡ τοῦ θανάτου, οὐ τοῦ κατὰ γνώμην
Θεοῦ ὑπάρξαντος, ἀλλὰ τοῦ ἐξ ἐπιβουλῆς τοῦ ἀλλοτρίου. β.
Ἠθικαὶ παραινέσεις κυριακῶν διατάξεων συμφωνοῦσαι τῇ παλαιᾷ
παρακελεύσει τῶν θείων νόμων· ἀπαγόρευσις θυμοῦ, φόνου, διαφθορᾶς,
μοιχείας καὶ πάσης ἀπηγορευμένης πράξεως σοδομι τικῆς.
Πρώτη οὖν τυγχάνει ἡ ὁδὸς τῆς ζωῆς· καὶ ἔστιν αὕτη, ἣν καὶ ὁ Νόμος
διαγορεύει· Ἀγαπᾶν Κύριον τὸν Θεὸν ἐξ ὅλης τῆς διανοίας καὶ ἐξ ὅλης τῆς
ψυχῆς τὸν ἕνα καὶ μόνον, παρ᾿ ὃν ἄλλος οὐκ ἔστιν, καὶ τὸν πλησίον ὡς
ἑαυτόν. Καὶ· Πᾶν, ὃ μὴ θέλεις γενέσθαι σοι, τοῦτο ἄλλῳ οὐ ποιήσεις.
Τοῦτ᾿ ἔστιν· Ὃ σὺ μισεῖς, ἄλλῳ οὐ ποιήσεις. Εὐλογεῖτε τοὺς καταρωμένους
ὑμᾶς, προ σεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ἀγαπᾶτε τοὺς ἐχθροὺς
ὑμῶν. Ποία γὰρ ὑμῖν χάρις, ἐὰν φιλῆτε τοὺς φιλοῦντας ὑμᾶς; Καὶ γὰρ καὶ
οἱ ἐθνικοὶ τοῦτο ποιοῦσιν. Ὑμεῖς δὲ φιλεῖτε τοὺς μισοῦντας ὑμᾶς. Καὶ
ἐχθρὸν οὐχ ἕξετε. Οὐ μισήσεις γὰρ πάντα ἄνθρωπον, φησί, οὐκ Αἰγύπτιον,
οὐκ Ἰδουμαῖον, ἅπαντες γάρ εἰσιν τοῦ Θεοῦ ἔργα. Φεύγετε δὲ οὐ τὰς
φύσεις, ἀλλὰ τὰς γνώμας τῶν πονηρῶν. Ἀπέχου τῶν σαρκικῶν καὶ κοσμικῶν
ἐπιθυμιῶν. Ἐάν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ
καὶ τὴν ἄλλην, οὐ φαύλης οὔσης τῆς ἀμύνης, ἀλλὰ τιμιωτέρας τῆς
ἀνεξικακίας. Λέγει γὰρ ὁ Δαυίδ· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι
κακά. Ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν, ὕπαγε μετ᾿ αὐτοῦ δύο, καὶ τῷ
θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ
ἱμάτιον, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. Τῷ αἰτοῦντί σε δίδου,
καὶ ἀπὸ τοῦ θέλοντος δανείσασθαι παρὰ σοῦ μὴ ἀποκλείσῃς τὴν χεῖρα·
δίκαιος γὰρ ἀνὴρ οἰκτείρει καὶ κιχρᾷ· πᾶσι γὰρ θέλει δίδοσθαι ὁ Πατὴρ ὁ
τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ τὸν ὑετὸν αὐτοῦ
βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους. Πᾶσιν οὖν δίκαιον διδόναι ἐξ οἰκείων
πόνων· Τίμα γάρ, φησί, τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων. Προτιμητέον δὲ
τοὺς ἁγίους. Οὐ φονεύσεις, τοῦτ᾿ ἔστιν οὐ φθερεῖς τὸν ὅμοιόν σου
ἄνθρωπον, διαλύεις γὰρ τὰ καλῶς γινόμενα· οὐχ ὡς παντὸς φόνου φαύλου
τυγχάνοντος, ἀλλὰ μόνου τοῦ ἀθώου, τοῦ δ᾿ ἐνδίκου ἄρχουσι μόνοις
ἀφωρισμένου. Οὐ μοιχεύσεις, διαιρεῖς γὰρ μίαν σάρκα εἰς δύο· Ἔσονται
γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν. Ἓν γάρ εἰσιν ἀνὴρ καὶ γυνὴ τῇ φύσει,
τῇ συμπνοίᾳ, τῇ ἑνώσει, τῇ διαθέσει, τῷ βίῳ, τῷ τρόπῳ, κεχωρισμένοι δέ
εἰσιν τῷ σχήματι καὶ τῷ ἀριθμῷ. Οὐδὲ παιδοφθορήσεις· παρὰ φύσιν γὰρ τὸ
κακὸν ἐκ Σοδόμων φυέν, ἥτις πυρὸς θεηλάτου παρανάλωμα γέγονεν.
Ἐπικατάρατος δὲ ὁ τοιοῦτος καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο. Οὐ
πορνεύσεις· Οὐκ ἔσται γάρ, φησίν, πορνεύων ἐν υἱοῖς Ἰσραήλ. Οὐ κλέψεις·
Ἄχαρ γὰρ κλέψας ἐν τῷ Ἰσραὴλ ἐν Ἱεριχὼ λίθοις βληθεὶς τοῦ ζῆν
ὑπεξῆλθεν, καὶ Γιεζεῖ κλέψας καὶ ψευσάμενος ἐκληρονόμησεν τοῦ Νεεμὰν
τὴν λέπραν, καὶ Ἰούδας κλέπτων τὰ τῶν πενήτων τὸν Κύριον τῆς δόξης
παρέδωκεν Ἰουδαίοις, καὶ μεταμεληθεὶς ἀπήγξατο καὶ ἐλάκησεν μέσος καὶ
ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ, καὶ Ἀνανίας καὶ Σαπφείρα ἡ τούτου
γυνή, κλέψαντες τὰ ἴδια καὶ πειράσαντες τὸ Πνεῦμα Κυρίου, παραχρῆμα ἀπο
φάσει Πέτρου τοῦ συναποστόλου ἡμῶν ἐθανατώθησαν. γ.
Ἀπαγόρευσις γοητείας, τεκνοκτονίας, ἐπιορκίας καὶ ψευδομαρ τυρίας.
Οὐ μαγεύσεις, οὐ φαρμακεύσεις· Φαρμακοὺς γάρ, φησίν, οὐ περιβιώσετε. Οὐ
φονεύσεις τέκνον σου ἐν φθορᾷ, οὐδὲ τὸ γεννηθὲν ἀποκτενεῖς· πᾶν γὰρ τὸ
ἐξεικο νισμένον, ψυχὴν λαβὸν παρὰ Θεοῦ, φονευθὲν ἐκδικηθήσεται, ἀδίκως
ἀναιρεθέν. Οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον σου, οἷον τὴν γυναῖκα ἢ τὸν
παῖδα ἢ τὸν βοῦν ἢ τὸν ἀγρόν. Οὐκ ἐπιορκήσεις, ἐρρέθη γὰρ μὴ ὀμόσαι
ὅλως· εἰ δὲ μήγε, κἂν εὐορκήσῃς, ὅτι· Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν
αὐτῷ. Οὐ ψευδομαρτυρήσεις, ὅτι· Ὁ συκοφαν τῶν πένητα παροξύνει τὸν
ποιήσαντα αὐτόν. δ.
Ἀπαγόρευσις κακολογίας, μήνιδος καὶ ἤθους ὑπούλου, ἀντι λογίας,
ψεύδους, πλεονεξίας τε καὶ ὑποκρίσεως.
Οὐ κακολογήσεις· Μὴ ἀγάπα γάρ, φησί, κακο λογεῖν, ἵνα μὴ ἐξαρθῇς. Οὐδὲ
μνησικακήσεις· Ὁδοὶ γὰρ μνησικάκων εἰς θάνατον. Οὐκ ἔσῃ δίγνωμος οὐδὲ
δίγλωσσος· Παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη. Καὶ· Ἀνὴρ γλωσσώδης οὐ
κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Οὐκ ἔσται ὁ λόγος σου κενός· Περὶ παντὸς
γὰρ λόγου ἀργοῦ δώσετε λόγον. Οὐ ψεύσῃ· Ἀπολεῖς γάρ, φησί, πάντας τοὺς
λαλοῦντας τὸ ψεῦδος. Οὐκ ἔσῃ πλεονέκτης οὐδὲ ἅρπαξ· Οὐαὶ γάρ, φησίν, ὁ
πλεονεκτῶν τὸν πλησίον πλεονεξίαν κακήν. Οὐκ ἔσῃ ὑποκριτής, ἵνα μὴ τὸ
μέρος σου μετ᾿ αὐτῶν θῇς. ε.
Ἀπαγόρευσις κακοηθείας, προσωποληψίας, ὀργῆς, μισανθρωπίας, βασκανίας.
Οὐκ ἔσῃ κακοήθης οὐδὲ ὑπερήφανος· Ὑπερηφά νοις γὰρ Κύριος ἀντιτάσσεται.
Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι· Τοῦ Κυρίου ἡ κρίσις. Οὐ μισήσεις πάντα
ἄνθρωπον. Ἐλεγμῷ ἐλέγξεις τὸν ἀδελφόν σου καὶ οὐ λήψῃ δι᾿ αὐτὸν
ἁμαρτίαν. Καὶ· Ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Φεῦγε ἀπὸ παντὸς κακοῦ καὶ
ἀπὸ παντὸς ὁμοίου αὐτῷ· Ἄπεχε γάρ, φησίν, ἀπὸ ἀδίκου, καὶ τρόμος οὐκ
ἐγγιεῖ σοι. Μὴ γίνου ὀργίλος μηδὲ βάσκανος μηδὲ ζηλωτὴς μηδὲ μανικὸς
μηδὲ θρασύς, μὴ πάθῃς τὰ τοῦ Καῒν καὶ τὰ τοῦ Σαοὺλ καὶ τὰ τοῦ Ἰωάβ· ὅτι
ὃς μὲν ἀπέκτεινεν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ διὰ τὸ πρόκριτον αὐτὸν
εὑρε θῆναι παρὰ Θεῷ καὶ διὰ τὸ προσδεχθῆναι τὴν θυσίαν αὐτοῦ, ὃς δὲ τὸν
ὅσιον Δαυὶδ ἐδίωκεν νικήσαντα τὸν Γολιὰθ τὸν Φιλιστιαῖον, ζηλώσας ἐπὶ
τῇ τῶν χορευτριῶν εὐφημίᾳ, ὃς δὲ τοὺς δύο στρατηλάτας ἀνεῖλεν, τὸν
Ἀβεννὴρ τὸν τοῦ Ἰσραὴλ καὶ τὸν Ἀμεσσὰ τὸν τοῦ Ἰούδα. στ.
Περὶ οἰωνοσκοπικῆς, ἐπαοιδῆς, κληδονισμοῦ, ἐπιθυμίας κακῶν καὶ λοιπῶν
ἀπηγορευμένων.
Μὴ γίνου οἰωνοσκόπος, ὅτι ὁδηγεῖ πρὸς εἰδωλολα τρείαν· Οἰώνισμα δέ,
φησὶν ὁ Σαμουήλ, ἁμαρτία ἐστίν, καὶ Οὐκ ἔσται οἰωνισμὸς ἐν Ἰακὼβ οὐδὲ
μαντεία ἐν Ἰσραήλ. Οὐκ ἔσῃ ἐπᾴδων ἢ περικαθαίρων τὸν υἱόν σου, οὐ
κληδονιεῖς οὐδὲ οἰωνισθήσῃ οὐδὲ ὀρνεοσκοπήσεις οὐδὲ μαθήσῃ μαθήματα
πονηρά· ταῦτα γὰρ ἅπαντα καὶ ὁ νόμος ἀπεῖπεν. Μὴ γίνου ἐπιθυμητὴς
κακῶν, ὁδηγηθήσῃ γὰρ εἰς ἀμετρίαν ἁμαρτημάτων. Οὐκ ἔσῃ αἰσχρολόγος οὐδὲ
ῥιψόφθαλμος οὐδὲ μέθυσος· ἐκ γὰρ τούτων πορνεῖαι καὶ μοιχεῖαι γίνονται.
Μὴ γίνου φιλάργυρος, ἵνα μὴ ἀντὶ Θεοῦ δουλεύσῃς τῷ μαμωνᾷ. Μὴ γίνου
κενόδοξος μηδὲ μετέωρος μηδὲ ὑψηλόφρων, ἐκ γὰρ τούτων ἁπάντων ἀλαζο
νεῖαι γεννῶνται· μνήσθητι τοῦ εἰπόντος· Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου,
οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν
θαυμασίοις ὑπὲρ ἐμέ· εἰ μὴ ἐταπεινοφρόνουν. ζ.
Ἀπαγόρευσις γογγυσμοῦ καὶ αὐθαδείας καὶ ὑπερηφανίας καὶ θρασύτητος.
Μὴ γίνου γόγγυσος, μνησθεὶς τῆς τιμωρίας ἧς ὑπέ στησαν οἱ
καταγογγύσαντες Μωϋσέως. Μὴ ἔσο αὐθάδης μηδὲ πονηρόφρων μηδὲ
σκληροκάρδιος μηδὲ θυμώδης μηδὲ μικρόψυχος· πάντα γὰρ ταῦτα ὁδηγεῖ πρὸς
βλασφημίαν. Ἴσθι δὲ πρᾶος ὡς Μωϋσῆς καὶ Δαυίδ, ἐπεὶ· Οἱ πραεῖς
κληρονομήσουσιν τὴν γῆν. η.
Περὶ μακροθυμίας, ἀκακίας, πραότητος καὶ ὑπομονῆς.
Γίνου μακρόθυμος· ὁ γὰρ τοιοῦτος πολὺς ἐν φρονή σει, ἐπείπερ· Ὁ
ὀλιγόψυχος ἰσχυρὸς ἄφρων. Γίνου ἐλεήμων· Μακάριοι γὰρ οἱ ἐλεήμονες, ὅτι
αὐτοὶ ἐλεηθή σονται. Ἔσο ἄκακος, ἥσυχος, ἀγαθός, τρέμων τοὺς λόγους τοῦ
Θεοῦ. Οὐχ ὑψώσεις σεαυτὸν ὡς ὁ Φαρισαῖος, ὅτι· Πᾶς ὁ ὑψῶν ἑαυτὸν
ταπεινωθήσεται, καὶ Τὸ ὑψηλὸν ἐν ἀνθρώποις βδέλυγμα παρὰ Θεῷ. Οὐ δώσεις
τῇ ψυχῇ σου θράσος, ὅτι· Ἀνὴρ θρασὺς ἐμπεσεῖται εἰς κακά. Οὐ συμπορεύσῃ
μετὰ ἀφρόνων, ἀλλὰ μετὰ σοφῶν καὶ δικαίων. Τὰ συμβαίνοντά σοι πάθη
εὐμενῶς δέχου καὶ τὰς περιστάσεις ἀλύπως, εἰδὼς ὅτι μισθός σοι παρὰ
Θεοῦ δοθήσεται ὡς τῷ Ἰὼβ καὶ τῷ Λαζάρῳ. θ.
Ὅτι χρὴ τοὺς κατὰ Χριστὸν διδασκάλους γονέων πλεῖον ἡγεῖ σθαι· οἱ μὲν
γὰρ τὸ εὖ εἶναι, οἱ δὲ τὸ εἶναι μόνον παρέχουσιν.
Τὸν λαλοῦντά σοι τὸν λόγον τοῦ Θεοῦ δοξάσεις, μνησθήσῃ δὲ αὐτοῦ ἡμέρας
καὶ νυκτός, τιμήσεις δὲ αὐτὸν οὐχ ὡς γενέσεως αἴτιον, ἀλλ᾿ ὡς τοῦ εὖ
εἶναί σοι πρόξενον γενόμενον· ὅπου γὰρ ἡ περὶ Θεοῦ διδασκαλία, ἐκεῖ
Θεὸς πάρεστιν. Ἐκζητήσεις καθ᾿ ἡμέραν τὸ πρόσωπον τῶν ἁγίων, ἵν᾿
ἐπαναπαύῃ τοῖς λόγοις αὐτῶν. ι.
Ὅτι χρὴ μὴ ἀποσχίζειν τῶν ἁγίων, ἀλλ᾿ εἰρηνεύειν μαχομένους, κρίνειν τε
δικαίως, καὶ μὴ προσωποληπτεῖν.
Οὐ ποιήσεις σχίσματα πρὸς τοὺς ἁγίους, μνησθεὶς τῶν Κορειτῶν.
Εἰρηνεύσεις μαχομένους ὡς Μωϋσῆς, συναλλάσσων εἰς φιλίαν. Κρινεῖς
δικαίως· Τοῦ γὰρ Κυρίου ἡ κρίσις. Οὐ λήψῃ πρόσωπον ἐλέγξαι ἐπὶ
παραπτώματι, ὡς Ἠλίας καὶ Μιχαίας τὸν Ἀχαὰβ καὶ Ἀβδεμέλεχ ὁ Αἰθίοψ τὸν
Σεδεκίαν καὶ Νάθαν τὸν Δαυὶδ καὶ Ἰωάννης τὸν Ἡρώδην. ια.
Περὶ διψύχου ἤτοι ὀλιγοπίστου.
Μὴ γίνου δίψυχος ἐν προσευχῇ σου, εἰ ἔσται ἢ οὔ· λέγει γὰρ ὁ Κύριος
ἐμοὶ Πέτρῳ ἐπὶ τῆς θαλάσσης· Ὀλι γόψυχε, εἰς τί ἐδίστασας; ιβ.
Περὶ εὐποιΐας.
Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὴν χεῖρα, πρὸς δὲ τὸ δοῦναι
συστέλλων. Ἐὰν ἔχῃς διὰ τῶν χειρῶν σου, δὸς ἵνα ἐργάσῃ εἰς λύτρωσιν
ἁμαρτιῶν σου· Ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρ τίαι.
Οὐ διστάσεις δοῦναι πτωχῷ, οὐδὲ διδοὺς γογγύ σεις· γνώσῃ γὰρ τίς ἐστιν
ὁ τοῦ μισθοῦ ἀνταποδότης· Ὁ ἐλεῶν γάρ, φησίν, πτωχὸν Κυρίῳ δανείζει,
κατὰ δὲ τὸ δόμα αὐτοῦ, οὕτως ἀνταποδοθήσεται αὐτῷ. Οὐκ ἀποστρα φήσῃ
ἐνδεόμενον· Ὃς φράσσει γάρ, φησί, τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι τοῦ
δεομένου, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων αὐτοῦ.
Κοινωνήσεις εἰς πάντα τῷ ἀδελφῷ σου καὶ οὐκ ἐρεῖς ἴδια εἶναι, κοινὴ γὰρ
ἡ μετάληψις παρὰ Θεοῦ πᾶσιν ἀνθρώποις παρεσκευάσθη. ιγ.
Ὅπως δεῖ προσφέρεσθαι τοῖς οἰκέταις τοὺς κυρίους αὐτῶν, καὶ ὅπως χρὴ
ὑποτάσσεσθαι τοὺς οἰκέτας.
Οὐκ ἀρεῖς τὴν χεῖρά σου ἀπὸ τοῦ υἱοῦ σου ἢ ἀπὸ τῆς θυγατρός σου, ἀλλὰ
ἀπὸ νεότητος αὐτῶν διδάξεις αὐτοὺς τὸν φόβον τοῦ Θεοῦ· Παίδευε γάρ,
φησί, τὸν υἱόν σου, οὕτως γὰρ ἔσται σοι εὔελπις. Οὐκ ἐπιτάξεις δούλῳ
σου ἢ παιδίσκῃ τοῖς ἐπὶ τὸν αὐτὸν Θεὸν πεποιθόσιν ἐν πικρίᾳ ψυχῆς, μή
ποτε στενάξουσιν ἐπὶ σοὶ καὶ ἔσται σοι ὀργὴ παρὰ Θεοῦ. Καὶ ὑμεῖς, οἱ
δοῦλοι, ὑποτάγητε τοῖς κυρίοις ὑμῶν ὡς τύπῳ Θεοῦ ἐν αἰσχύνῃ καὶ φόβῳ,
ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις. ιδ.
Περὶ ὑποκρίσεως καὶ προσοχῆς νόμων καὶ ἐξομολογήσεως.
Μισήσεις πᾶσαν ὑπόκρισιν, καὶ πᾶν, ὃ ἐὰν ᾖ ἀρεστὸν Κυρίῳ, ποιήσεις. Οὐ
μὴ ἐγκαταλίπῃς ἐντολὰς Κυρίου, φυλάξεις δὲ ἃ παρέλαβες παρ᾿ αὐτοῦ, μήτε
προ στιθεὶς ἐπ᾿ αὐτοῖς μήτε ἀφαιρῶν ἀπ᾿ αὐτῶν· Οὐ προ σθήσεις γὰρ τοῖς
λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ. Ἐξομολογήσῃ Κυρίῳ τῷ
Θεῷ σου τὰ ἁμαρτήματά σου καὶ οὐκέτι προσθήσεις ἐπ᾿ αὐτοῖς, ἵνα εὖ σοι
γένηται παρὰ Κυρίῳ τῷ Θεῷ σου, ὃς οὐ βούλεται τὸν θάνατον τοῦ
ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν. ιε.
Περὶ τῆς εἰς γονέας θεραπείας.
Τὸν πατέρα σου καὶ τὴν μητέρα σου θεραπεύσεις ὡς αἰτίους σοι γενέσεως,
ἵνα γένῃ μακροχρόνιος ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. Τοὺς
ἀδελφούς σου καὶ τοὺς συγγενεῖς σου μὴ ὑπερίδῃς· Τοὺς γὰρ οἰκείους τοῦ
σπέρματός σου οὐχ ὑπερόψει. ιστ.
Περὶ τῆς πρὸς βασιλέα καὶ ἄρχοντας ὑποταγῆς.
Τὸν βασιλέα φοβηθήσῃ, εἰδώς, ὅτι τοῦ Κυρίου ἐστὶν ἡ χειροτονία· τοὺς
ἄρχοντας αὐτοῦ τιμήσεις ὡς λειτουργοὺς Θεοῦ, ἔκδικοι γάρ εἰσιν πάσης
ἀδικίας· οἷς ἀποτίσατε τέλος, φόρον καὶ πᾶσαν εἰσφορὰν εὐγνωμόνως. ιζ.
Περὶ καθαροῦ συνειδότος τῶν προσευχομένων.
Οὐ προσελεύσῃ ἐπὶ προσευχήν σου ἐν ἡμέρᾳ πονη ρίας σου, πρὶν ἂν λύσῃς
τὴν πικρίαν σου. Αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ζωῆς, ἧς γένοιτο ἐντὸς ὑμᾶς
εὑρεθῆναι διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. ιη.
Ὅτι ἡ ἐξ ἐπιβουλῆς τοῦ ἀλλοτρίου ἐπεισαχθεῖσα ὁδὸς ἀσεβείας καὶ
παρανομίας πεπλήρωται.
Ἡ δὲ ὁδὸς τοῦ θανάτου ἐστὶν ἐν πράξεσι πονηραῖς θεωρουμένη· ἐν αὐτῇ γὰρ
ἄγνοια τοῦ Θεοῦ καὶ πολλῶν θεῶν ἐπεισαγωγή, δι᾿ ὧν φόνοι, μοιχεῖαι,
πορνεῖαι, ἐπιορκίαι, ἐπιθυμίαι παράνομοι, κλοπαί, εἰδωλολατρεῖαι,
μαγίαι, φαρ μακεῖαι, ἁρπαγαί, ψευδομαρτυρίαι, ὑποκρίσεις, διπλοκαρδίαι,
δόλος, ὑπερηφανία, κακία, αὐθάδεια, πλεονεξία, αἰσχρολογία, ζηλοτυπία,
θρασύτης, ὑψηλοφροσύνη, ἀλαζονεία, ἀφοβία, διωγμὸς ἀγαθῶν, ἀληθείας
ἔχθρα, ψεύδους ἀγάπη, ἄγνοια δικαιοσύνης. Οἱ γὰρ τούτων ποιηταὶ οὐ
κολλῶνται ἀγαθῷ οὐδὲ κρίσει δικαίᾳ, ἀγρυπνοῦσιν οὐκ εἰς τὸ ἀγαθόν, ἀλλ᾿
εἰς τὸ πονηρόν· ὧν μακρὰν πραότης καὶ ὑπομονή, μάταια ἀγαπῶντες,
διώκοντες ἀνταπόδομα, οὐκ ἐλεοῦντες πτωχόν, οὐ πονοῦντες ἐπὶ
καταπονουμένῳ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων,
φθορεῖς πλάσματος Θεοῦ, ἀποστρεφόμενοι ἐνδεόμενον, καταπονοῦντες
θλιβόμε νον, πλουσίων παράκλητοι, πενήτων ὑπερόπται, πανθαμάρ τητοι.
Ῥυσθείητε, τέκνα, ἀπὸ τούτων ἁπάντων. ιθ.
Ὅτι μὴ χρὴ τῆς εὐσεβείας ἐκκλίνειν δεξιὰ ἢ εὐώνυμα, παραινεῖ ὁ
νομοθέτης.
Ὅρα, μή τίς σε πλανήσῃ ἀπὸ τῆς εὐσεβείας· Οὐκ ἐκκλινεῖς γάρ, φησίν, ἀπ᾿
αὐτῆς δεξιὰ ἢ εὐώνυμα, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃς· οὗ γὰρ ἂν
ἐκτραπῇς ἔξω τῆς εὐθείας ὁδοῦ, δυσσεβήσεις. κ.
Ὅτι μὴ χρὴ φαυλίζειν τι τῶν προσφόρων βρωμάτων, ἀλλ᾿ εὐχα ρίστως
μεταλαμβάνειν καὶ τεταγμένως.
Περὶ δὲ βρωμάτων λέγει σοι ὁ Κύριος· Τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Καί· Πᾶν
κρέας ἔδεσθε ὡς λάχανα χλόης, τὸ δὲ αἷμα ἐκχεεῖς. Οὐ γὰρ τὰ εἰσερχόμενα
εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, εἰς κοιλίαν γὰρ χωρεῖ καὶ εἰς
ἀφεδρῶνα ἐκβάλλεται, τὰ δὲ ἐκπορευόμενα κοινοῖ τὸν ἄνθρωπον, λέγω δὴ
βλασφημίαι, καταλαλιαὶ καὶ εἴ τι τοιοῦτον. Σὺ δὲ φάγῃ τὸν μυελὸν τῆς
γῆς μετὰ δικαιοσύνης, ὅτι· Εἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγαθόν, αὐτοῦ·
σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων παρθένοις· τίς γὰρ φάγεται ἢ τίς
πίεται παρὲξ αὐτοῦ; κα.
Ὅτι χρὴ φεύγειν τὴν τῶν εἰδωλοθύτων βρῶσιν.
Ἀπὸ δὲ τῶν εἰδωλοθύτων φεύγετε· ἐπὶ τιμῇ γὰρ δαιμόνων θύουσι ταῦτα, ἐφ᾿
ὕβρει δηλαδὴ τοῦ μόνου Θεοῦ· ὅπως μὴ γένησθε κοινωνοὶ δαιμόνων. κβ.
Διάταξις κυριακὴ τῶν περὶ τὸ βάπτισμα καὶ ὅπως χρὴ βαπτίζειν καὶ εἰς
τίνος θάνατον.
Περὶ δὲ βαπτίσματος, ὦ ἐπίσκοπε ἢ πρεσβύτερε, ἤδη μὲν καὶ πρότερον
διεταξάμεθα, καὶ νῦν δέ φαμεν ὅτι οὕτως βαπτίσεις ὡς ὁ Κύριος ἡμῖν
διετάξατο λέγων· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες
αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος,
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· τοῦ ἀποστείλαντος
Πατρός, τοῦ ἐλθόν τος Χριστοῦ, τοῦ μαρτυρήσαντος παρακλήτου. Χρίσεις δὲ
πρῶτον ἐλαίῳ ἁγίῳ, ἔπειτα βαπτίσεις ὕδατι, καὶ τελευ ταῖον σφραγίσεις
μύρῳ, ἵνα τὸ μὲν χρῖσμα μετοχὴ ᾖ τοῦ ἁγίου Πνεύματος, τὸ δὲ ὕδωρ
σύμβολον τοῦ θανάτου, τὸ δὲ μύρον σφραγὶς τῶν συνθηκῶν. Εἰ δὲ μήτε
ἔλαιον ᾖ μήτε μύρον, ἀρκεῖ τὸ ὕδωρ καὶ πρὸς χρῖσιν καὶ πρὸς σφραγῖδα
καὶ πρὸς ὁμολογίαν τοῦ ἀποθανόντος ἤτοι συναποθνήσκοντος. Πρὸ δὲ τοῦ
βαπτίσματος νηστευσάτω ὁ βαπτιζόμενος· καὶ γὰρ καὶ ὁ Κύριος βαπτισθεὶς
ὑπὸ Ἰωάννου πρῶτον καὶ εἰς τὴν ἔρημον αὐλισθεὶς μετέπειτα ἐνήστευσεν
τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἐβαπτίσθη δὲ καὶ
ἐνήστευσεν οὐκ αὐτὸς ἀπορυπώσεως ἢ νηστείας χρείαν ἔχων ἢ καθάρσεως, ὁ
τῇ φύσει καθαρὸς καὶ ἅγιος, ἀλλ᾿ ἵνα καὶ Ἰωάννῃ ἀλήθειαν προσμαρτυρήσῃ
καὶ ἡμῖν ὑπογραμμὸν παράσχηται. Οὐκοῦν ὁ μὲν Κύριος οὐκ εἰς ἑαυτοῦ
πάθος ἐβαπτίσατο ἢ θάνατον ἢ ἀνάστασιν, οὐδέπω γὰρ οὐδὲν τούτων
ἐγεγόνει, ἀλλ᾿ εἰς διάταξιν ἑτέραν· διὸ καὶ ἀπ᾿ ἐξουσίας μετὰ τὸ
βάπτισμα νηστεύει ὡς Κύριος Ἰωάννου· ὁ δὲ εἰς τὸν αὐτοῦ θάνατον
μυούμενος πρότερον ὀφείλει νηστεῦσαι καὶ τότε βαπτίσασθαι, οὐ γὰρ
δίκαιον τὸν συντα φέντα καὶ συναναστάντα παρ᾿ αὐτὴν τὴν ἀνάστασιν κατη
φεῖν· οὐ γὰρ κύριος ὁ ἄνθρωπος τῆς διατάξεως τῆς τοῦ Σωτῆρος, ἐπείπερ ὁ
μὲν δεσπότης, ὁ δὲ ὑπήκοος. κγ.
Ποίας νηστευτέον τῆς ἑβδομάδος ἡμέρας, ἢ τίνας οὐ νηστευτέον καὶ τίνος
χάριν.
Αἱ δὲ νηστεῖαι ὑμῶν μὴ ἔστωσαν μετὰ τῶν ὑπο κριτῶν, νηστεύουσι γὰρ
δευτέρᾳ σαββάτων καὶ πέμπτῃ. Ὑμεῖς δὲ ἢ τὰς πέντε νηστεύσατε ἡμέρας, ἢ
τετράδα καὶ παρασκευήν, ὅτι τῇ μὲν τετράδι ἡ κρίσις ἐξῆλθεν ἡ κατὰ τοῦ
Κυρίου, Ἰούδα χρήμασιν ἐπαγγειλαμένου τὴν προ δοσίαν· τῇ δὲ παρασκευῇ,
ὅτι ἔπαθεν ὁ Κύριος ἐν αὐτῇ πάθος τὸ διὰ σταυροῦ ὑπὸ Ποντίου Πιλάτου.
Τὸ σάββα τον μέντοι καὶ τὴν κυριακὴν ἑορτάζετε, ὅτι τὸ μὲν δημιουργίας
ἐστὶν ὑπόμνημα, τὸ δὲ ἀναστάσεως. Ἓν δὲ μόνον σάββατον ὑμῖν φυλακτέον
ἐν ὅλῳ τῷ ἐνιαυτῷ, τὸ τῆς τοῦ Κυρίου ταφῆς, ὅπερ νηστεύειν προσῆκεν,
ἀλλ᾿ οὐχ ἑορτάζειν· ἐν ὅσῳ γὰρ ὁ δημιουργὸς ὑπὸ γῆν τυγχάνει,
ἰσχυρότερον τὸ περὶ αὐτοῦ πένθος τῆς κατὰ τὴν δημιουργίαν χαρᾶς, ὅτι ὁ
δημιουργὸς τῶν ἑαυτοῦ δημιουργημάτων φύσει τε καὶ ἀξίᾳ τιμιώτερος. κδ.
Οἵους εἶναι χρὴ τοὺς προσευχομένους τὴν ὑπὸ τοῦ Κυρίου δοθεῖσαν
προσευχήν.
Ὅταν δὲ προσεύχησθε, μὴ γίνεσθε ὥσπερ οἱ ὑπο κριταί, ἀλλ᾿ ὡς ὁ Κύριος
ἡμῖν ἐν τῷ Εὐαγγελίῳ διετάξατο, οὕτως προσεύχεσθε· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. Τρὶς τῆς ἡμέρας οὕτως προσεύχεσθε, προπαρασκευάζον τες ἑαυτοὺς ἀξίους τῆς υἱοθεσίας τοῦ Πατρός, ἵνα μή, ἀναξίως ὑμῶν αὐτὸν Πατέρα καλούντων, ὀνειδισθῆτε ὑπ᾿ αὐτοῦ, ὡς καὶ Ἰσραὴλ ὅ ποτε πρωτότοκος υἱὸς ἤκουσεν, ὅτι Εἰ Πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου; Καὶ εἰ Κύριός εἰμι, ποῦ ἐστιν ὁ φόβος μου; Δόξα γὰρ πατέρων ὁσιότης παίδων, καὶ τιμὴ δεσποτῶν οἰκετῶν φόβος, ὥσπερ οὖν τὸ ἐναντίον ἀδοξία καὶ ἀναρχία· Δι᾿ ὑμᾶς γάρ, φησίν, τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. κε.
Εὐχαριστία μυστική.
Γίνεσθε δὲ πάντοτε εὐχάριστοι, ὡς πιστοὶ καὶ εὐγνώμονες δοῦλοι, περὶ
μὲν τῆς εὐχαριστίας οὕτω λέγοντες· Εὐχαριστοῦμέν σοι, Πάτερ ἡμῶν, ὑπὲρ τῆς ζωῆς ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ Παιδός σου, δι᾿ οὗ καὶ τὰ πάντα ἐποίησας καὶ τῶν ὅλων προνοεῖς, ὃν καὶ ἀπέστειλας ἐπὶ σωτηρίᾳ τῇ ἡμετέρᾳ γενέσθαι ἄνθρωπον, ὃν καὶ συνε χώρησας παθεῖν καὶ ἀποθανεῖν, ὃν καὶ ἀναστήσας εὐδόκησας δοξάσαι καὶ ἐκάθισας ἐκ δεξιῶν σου, δι᾿ οὗ καὶ ἐπηγγείλω ἡμῖν τὴν ἀνάστασιν τῶν νεκρῶν. Σὺ δέσποτα παντοκράτορ, Θεὲ αἰώνιε, ὥσπερ ἦν τοῦτο διεσκορπισμένον καὶ συναχθὲν ἐγένετο εἷς ἄρτος, οὕτως συνάγαγέ σου τὴν Ἐκκλησίαν ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν. Ἔτι εὐχα ριστοῦμεν, Πάτερ ἡμῶν, ὑπὲρ τοῦ τιμίου αἵματος Ἰησοῦ Χριστοῦ τοῦ ἐκχυθέντος ὑπὲρ ἡμῶν καὶ τοῦ τιμίου σώματος, οὗ καὶ ἀντίτυπα ταῦτα ἐπιτελοῦμεν, αὐτοῦ διαταξαμένου ἡμῖν καταγγέλλειν τὸν αὐτοῦ θάνατον· δι᾿ αὐτοῦ γάρ σοι καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. Μηδεὶς δὲ ἐσθιέτω ἐξ αὐτῶν τῶν ἀμυήτων, ἀλλὰ μόνοι οἱ βεβαπτισμένοι εἰς τὸν τοῦ Κυρίου θάνατον. Εἰ δέ τις ἀμύητος κρύψας ἑαυτὸν μεταλάβοι, κρίμα αἰώνιον φάγεται, ὅτι μὴ ὢν τῆς εἰς Χριστὸν πίστεως μετέλαβεν ὧν οὐ θέμις, εἰς τιμωρίαν ἑαυτοῦ. Εἰ δέ τις κατὰ ἄγνοιαν μεταλάβοι, τοῦτον τάχιον στοιχειώσαντες μυήσατε, ὅπως μὴ κατα φρονητὴς ἐξέλθοι. κστ.
Εὐχαριστία ἐπὶ τῇ θείᾳ μεταλήψει.
Μετὰ δὲ τὴν μετάληψιν οὕτως εὐχαριστήσατε· Εὐχαριστοῦμέν σοι, ὁ Θεὸς καὶ Πατὴρ Ἰησοῦ τοῦ σωτῆ ρος ἡμῶν, ὑπὲρ τοῦ ἁγίου ὀνόματός σου οὗ κατεσκήνωσας ἐν ἡμῖν, καὶ ὑπὲρ τῆς γνώσεως καὶ πίστεως καὶ ἀγάπης καὶ ἀθανασίας ἧς ἔδωκας ἡμῖν διὰ Ἰησοῦ τοῦ Παιδός σου. Σὺ δέσποτα παντοκράτορ, ὁ Θεὸς τῶν ὅλων, ὁ κτίσας τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ δι᾿ αὐτοῦ καὶ νόμον καταφυ τεύσας ἐν ταῖς ψυχαῖς ἡμῶν καὶ τὰ πρὸς μετάληψιν προ ευτρεπίσας ἀνθρώποις, ὁ Θεὸς τῶν ἁγίων καὶ ἀμέμπτων πατέρων ἡμῶν, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν πιστῶν δούλων σου, ὁ δυνατὸς Θεός, ὁ πιστὸς καὶ ἀληθινὸς καὶ ἀψευδὴς ἐν ταῖς ἐπαγγελίαις, ὁ ἀποστείλας ἐπὶ γῆς Ἰησοῦν τὸν Χριστόν σου ἀνθρώποις συναναστραφῆναι ὡς ἄνθρωπον, Θεὸν ὄντα λόγον καὶ ἄνθρωπον, καὶ τὴν πλάνην πρόρριζον ἀνελεῖν, αὐτὸς καὶ νῦν δι᾿ αὐτοῦ μνήσθητι τῆς ἁγίας σου Ἐκκλησίας ταύτης, ἣν περιεποιήσω τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ σου, καὶ ῥῦσαι αὐτὴν ἀπὸ παντὸς πονηροῦ καὶ τελείωσον αὐτὴν ἐν τῇ ἀγάπῃ σου καὶ τῇ ἀληθείᾳ σου, καὶ συνάγαγε πάντας ἡμᾶς εἰς τὴν σὴν βασιλείαν, ἣν ἡτοίμασας αὐτῇ. Μαραναθά· ὡσαννὰ τῷ Υἱῷ Δαυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος ὁ ἐπιφανεὶς ἡμῖν ἐν σαρκί. Εἴ τις ἅγιος, προσερχέσθω· εἰ δέ τις οὐκ ἔστιν, γινέσθω διὰ μετανοίας. Ἐπιτρέπετε δὲ καὶ τοῖς πρεσβυτέροις ὑμῶν εὐχαριστεῖν. κζ.
Εὐχαριστία περὶ τοῦ θείου μύρου.
Περὶ δὲ τοῦ μύρου οὕτως εὐχαριστήσατε· Εὐχαριστοῦμέν σοι, Θεὲ δημιουργὲ τῶν ὅλων, καὶ ὑπὲρ τῆς εὐωδίας τοῦ μύρου καὶ ὑπὲρ τοῦ ἀθανάτου αἰῶνος οὗ ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ Παιδός σου, ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας· ἀμήν. κη.
Ὅτι οὐ χρὴ ἀδιαφορεῖν περὶ τὴν κοινωνίαν, ἀλλὰ σκοπεῖν, εἰ ἔστιν
ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος ὀρθόδοξος· τοὺς γὰρ μὴ τοιούτους
ἐκκλίνειν.
Ὃς ἐὰν ἐλθὼν οὕτως εὐχαριστῇ, προσδέξασθε αὐτὸν ὡς Χριστοῦ μαθητήν. Ἐὰν
δὲ ἄλλην διδαχὴν κηρύσσῃ παρ᾿ ἣν ὑμῖν παρέδωκεν ὁ Χριστὸς δι᾿ ἡμῶν, τῷ
τοιούτῳ μὴ συγχωρεῖτε εὐχαριστεῖν· ὑβρίζει γὰρ ὁ τοιοῦτος τὸν Θεὸν ἤπερ
δοξάζει. Πᾶς δὲ ὁ ἐρχόμενος πρὸς ὑμᾶς, δοκιμασθείς, οὕτως δεχέσθω·
σύνεσιν γὰρ ἔχετε, καὶ δύνασθε γνῶναι δεξιὰν καὶ ἀριστερὰν καὶ
διακρῖναι ψευδο διδασκάλους διδασκάλων. Ἐλθόντι μέντοι τῷ διδασκάλῳ ἐκ
ψυχῆς ἐπιχορηγήσατε τὰ δέοντα· τῷ δὲ ψευδοδιδασκάλῳ δώσετε μὲν τὰ πρὸς
χρείαν, οὐ παραδέξεσθε δὲ αὐτοῦ τὴν πλάνην, οὔτε μὴν συμπροσεύξησθε
αὐτῷ, ἵνα μὴ συμμιανθῆτε αὐτῷ. Πᾶς προφήτης ἀληθινὸς ἢ διδάσκαλος
ἐρχόμενος πρὸς ὑμᾶς ἄξιός ἐστιν τῆς τροφῆς ὡς ἐργάτης λόγου
δικαιοσύνης. κθ.
Περὶ καρποφοριῶν διάταξις.
Πᾶσαν ἀπαρχὴν γεννημάτων ληνοῦ, ἅλωνος, βοῶν τε καὶ προβάτων δώσεις
τοῖς ἱερεῦσιν, ἵνα εὐλογηθῶσιν αἱ ἀποθῆκαι τῶν ταμιείων σου καὶ τὰ
ἐκφόρια τῆς γῆς σου, καὶ στηριχθῇς σίτῳ καὶ οἴνῳ καὶ ἐλαίῳ, καὶ αὐξηθῇ
τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου. Πᾶσαν δεκάτην
δώσεις τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ. Πᾶσαν ἀπαρχὴν
ἄρτων θερμῶν, κεραμίου οἴνου ἢ ἐλαίου ἢ μέλιτος ἢ ἀκροδρύων, σταφυλῆς ἢ
τῶν ἄλλων τὴν ἀπαρχὴν δώσεις τοῖς ἱερεῦσιν, ἀργυρίου δὲ καὶ ἱματισμοῦ
καὶ παντὸς κτήματος τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ. λ.
Ὅπως χρὴ τὴν ἀναστάσιμον τοῦ σωτῆρος ἡμέραν συναθροιζο μένους
ἑορτάζειν.
Τὴν ἀναστάσιμον τοῦ Κυρίου ἡμέραν, τὴν κυριακήν φαμεν, συνέρχεσθε
ἀδιαλείπτως, εὐχαριστοῦντες Θεῷ καὶ ἐξομολογούμενοι ἐφ᾿ οἷς εὐηργέτησεν
ἡμᾶς Θεὸς διὰ Χριστοῦ ῥυσάμενος ἀγνοίας, πλάνης, δεσμῶν, ὅπως ἄμεμπτος
ᾖ ἡ θυσία ὑμῶν καὶ εὐανάφορος Θεῷ, τῷ εἰπόντι περὶ τῆς οἰκουμενικῆς
αὐτοῦ Ἐκκλησίας, ὅτι· Ἐν παντὶ τόπῳ μοι προσενεχθήσεται θυμίαμα καὶ
θυσία καθαρά, ὅτι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ,
καὶ τὸ ὄνομα μου θαυμαστὸν ἐν τοῖς ἔθνεσιν. λα.
Ὁποίους εἶναι χρὴ τοὺς χειροτονουμένους.
Προχειρίσασθε δὲ ἐπισκόπους ἀξίους τοῦ Κυρίου καὶ πρεσβυτέρους καὶ
διακόνους, ἄνδρας εὐλαβεῖς, δικαίους, πραεῖς, ἀφιλαργύρους, φιλαλήθεις,
δεδοκιμασμένους, ὁσίους, ἀπροσωπολήπτους, δυναμένους διδάσκειν τὸν
λόγον τῆς εὐσε βείας, ὀρθοτομοῦντας ἐν τοῖς τοῦ Κυρίου δόγμασιν. Ὑμεῖς
δὲ τιμᾶτε τούτους ὡς πατέρας, ὡς κυρίους, ὡς εὐεργέτας, ὡς τοῦ εὖ εἶναι
αἰτίους. Ἐλέγχετε δὲ ἀλλήλους, μὴ ἐν ὀργῇ, ἀλλ᾿ ἐν μακροθυμίᾳ μετὰ
χρηστότητος καὶ εἰρήνης. Πάντα τὰ προστεταγμένα ὑμῖν ὑπὸ τοῦ Κυρίου
φυλάξατε. Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν. Ἔστωσαν αἱ ὀσφύες ὑμῶν
περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις
προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἥξει, ἑσπέρας ἢ πρωὶ ἢ
ἀλεκτοροφωνίας ἢ μεσονυκτίου· ᾗ γὰρ ὥρᾳ οὐ προσδοκῶσιν, ἐλεύσεται ὁ
Κύριος, καὶ ἐὰν αὐτῷ ἀνοίξωσιν, μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, ὅτι
εὑρέθησαν γρηγοροῦντες· ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ
παρελθὼν διακονήσει αὐτοῖς. Νήφετε οὖν καὶ προσεύ χεσθε μὴ ὑπνῶσαι εἰς
θάνατον· οὐ γὰρ ὀνήσει ὑμᾶς τὰ πρότερα κατορθώματα, ἐὰν εἰς τὰ ἔσχατα
ὑμῶν ἀποπλανη θῆτε τῆς πίστεως τῆς ἀληθοῦς. λβ.
Πρόρρησις περὶ τῶν μελλόντων.
Ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ οἱ
φθορεῖς τοῦ λόγου, καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους καὶ ἡ ἀγάπη
εἰς μῖσος· πληθυν θείσης γὰρ τῆς ἀνομίας, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν,
μισήσουσιν γὰρ ἀλλήλους οἱ ἄνθρωποι καὶ διώξουσιν καὶ προδώσουσιν. Καὶ
τότε φανήσεται ὁ κοσμοπλάνος, ὁ τῆς ἀληθείας ἐχθρός, ὁ τοῦ ψεύδους
προστάτης, ὃν ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ ὁ
διὰ χειλέων ἀναιρῶν ἀσεβῆ· καὶ πολλοὶ σκανδαλισθήσονται. ἐπ᾿ αὐτῷ, οἱ
δὲ ὑπομείναντες εἰς τέλος, οὗτοι σωθήσονται. Καὶ τότε φανήσεται τὸ
σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, εἶτα φωνὴ σάλπιγγος ἔσται
δι᾿ ἀρχαγγέλου καὶ μεταξὺ ἀναβίωσις τῶν κεκοιμημένων. Καὶ τότε ἥξει ὁ
Κύριος καὶ πάντες οἱ ἅγιοι μετ᾿ αὐτοῦ ἐν συσσεισμῷ ἐπάνω τῶν νεφελῶν
μετ᾿ ἀγγέλων δυνάμεως αὐτοῦ ἐπὶ θρόνου βασ |