|
ΔΙΑΤΑΓΑΙ ΤΩΝ ΑΓΙΩΝ
ΑΠΟΣΤΟΛΩΝ ΔΙΑ ΚΛΗΜΕΝΤΟΣ
ΒΙΒΛΙΟΝ Η
Περὶ χαρισμάτων καὶ
χειροτονιῶν καὶ κανόνων ἐκκλησιαστικῶν
α.
Τίνων χάριν ἐπιτελοῦνται αἰ τῶν σημείων δυνάμεις.
Τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ μέγα τῆς εὐσεβείας ἡμῖν
παραδιδόντος μυστήριον καὶ προς καλουμένου Ἰουδαίους τε καὶ Ἕλληνας εἰς
ἐπίγνωσιν τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ, καθὼς αὐτός που φησὶν
εὐχαριστῶν ἐπὶ τῇ σωτηρίᾳ τῶν πιστευσάντων· Ἐφανέ ρωσά σου τὸ ὄνομα
τοῖς ἀνθρώποις, τὸ ἔργον, ὃ ἔδωκάς μοι, ἐτελείωσα, καὶ περὶ ἡμῶν
λέγοντος τῷ Πατρί· Πάτερ ἅγιε, εἰ καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἀλλ᾿ ἐγώ σε
ἔγνων καὶ οὗτοί σε ἔγνωσαν, εἰκότως, ὡς ἂν τετελειωμένων ἡμῶν, φησὶ
πᾶσιν ἅμα περὶ τῶν ἐξ αὐτοῦ διὰ τοῦ Πνεύματος διδομένων χαρισμάτων·
Σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου
δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν καιναῖς, ὄφεις ἀροῦσιν· κἂν
θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας
ἐπιθήσουσιν, καὶ καλῶς ἕξουσιν, τούτων τῶν χαρισμά των πρότερον μὲν
ἡμῖν δοθέντων τοῖς ἀποστόλοις μέλλουσιν τὸ εὐαγγέλιον καταγγέλλειν πάσῃ
τῇ κτίσει, ἔπειτα τοῖς δι᾿ ἡμῶν πιστεύσασιν ἀναγκαίως χορηγουμένων, οὐκ
εἰς τὴν τῶν ἐνεργούντων ὠφέλειαν, ἀλλ᾿ εἰς τὴν τῶν ἀπίστων
συγκατάθεσιν, ἵνα οὓς οὐκ ἔπεισεν ὁ λόγος, τούτους ἡ τῶν σημείων
δυσωπήσῃ δύναμις. Τὰ γὰρ σημεῖα οὐ τοῖς πιστοῖς ἡμῖν, ἀλλὰ τοῖς
ἀπίστοις Ἰουδαίων τε καὶ Ἑλλήνων· οὔτε γὰρ τὸ δαί μονας ἐκβάλλειν
ἡμέτερον κέρδος, ἀλλὰ τῶν ἐνεργείᾳ Χριστοῦ καθαιρομένων, καθὼς αὐτός
που παιδεύων ἡμᾶς ὁ Κύριος δείκνυσι λέγων· Μὴ χαίρετε, ὅτι τὰ πνεύ ματα
ὑμῖν ὑπακούουσιν, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τῷ
οὐρανῷ, ἐπειδὴ τὸ μὲν αὐτοῦ δυνάμει γίνεται, τὸ δὲ ἡμετέρᾳ εὐνοίᾳ καὶ
σπουδῇ, δῆλον ὅτι βοηθουμένοις ὑπ᾿ αὐτοῦ. Οὐκ ἐπάναγκες οὖν πάντα
πιστὸν δαίμονας ἐκβάλλειν ἢ νεκροὺς ἀνιστᾶν ἢ γλώσσαις λαλεῖν, ἀλλὰ τὸν
ἀξιωθέντα χαρίσματος ἐπί τινι αἰτίᾳ χρησίμῃ εἰς σωτηρίαν τῶν ἀπίστων,
δυσωπουμένων πολλάκις οὐ τὴν τῶν λόγων ἀπόδειξιν, ἀλλὰ τὴν τῶν σημείων
ἐνέργειαν, ἀξίων ὄντων σωτηρίας. Οὐδὲ γὰρ πάντες οἱ ἀσεβεῖς ὑπὸ τῶν
θαυμάτων ἐντρέπονται· καὶ τούτου μάρτυς αὐτὸς ὁ Θεὸς, ὡς ὅταν λέγῃ ἐν
τῷ Νόμῳ ὅτι· Ἐν ἑτερογλώσσοις λαλήσω τῷ λαῷ τούτῳ καὶ ἐν χείλεσιν
ἑτέροις, καὶ οὐ μὴ πιστεύ σωσιν. Οὔτε γὰρ οἱ Αἰγύπτιοι ἐπίστευσαν τῷ
Θεῷ, Μωϋσέως τοσαῦτα σημεῖα καὶ τέρατα πεποιηκότος, οὔτε τὸ πλῆθος τῶν
Ἰουδαίων τῷ ὡς Μωϋσεῖ Χριστῷ πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν αὐτοῖς
θεραπεύσαντι· καὶ οὔτε ἐκείνους ἐδυσώπησεν ῥάβδος ψυχουμένη εἰς ὄφιν
καὶ χεὶρ λευκαινομένη καὶ Νεῖλος αἱματούμενος, οὔτε τού τους τυφλοὶ
ἀναβλέποντες καὶ χωλοὶ περιπατοῦντες καὶ νεκροὶ ἀνιστάμενοι· καὶ τῷ μὲν
ἀνθίσταντο Ἰαννὴς καὶ Ἰαμβρής, τῷ δὲ Ἄννας καὶ Καιάφας. Οὕτως οὐ πάντας
δυσωπεῖ τὰ σημεῖα, ἀλλὰ μόνους τοὺς εὐγνώμονας, ὧν καὶ χάριν εὐδοκεῖ ὁ
Θεὸς ἐπιτελεῖσθαι δυνάμεις ὡς σοφὸς οἰκονόμος, οὐ τῇ τῶν ἀνθρώπων
ἰσχύι, ἀλλὰ τῇ ἑαυτοῦ βουλήσει. Ταῦτα δέ φαμεν ἐπὶ τῷ μὴ ἐπαίρεσθαι
τοὺς λαβόντας χαρίσματα τοιάδε κατὰ τῶν μὴ λαβόντων. Χαρίσματα δὲ
λέγομεν τὰ διὰ τῶν σημείων, ἐπεὶ οὐκ ἔστιν ἄνθρωπος πιστεύσας διὰ
Χριστοῦ εἰς τὸν Θεόν, ὃς οὐκ εἴληφεν χάρισμα πνευματικόν. Αὐτό τε γὰρ
τὸ ἀπαλλα γῆναι πολυθέου ἀσεβείας καὶ πιστεῦσαι Θεῷ Πατρὶ διὰ Χριστοῦ
χάρισμά ἐστι Θεοῦ, τό τε ἀπορρίψαι τὸ ἰουδαικὸν κάλυμμα καὶ πιστεῦσαι,
ὅτι εὐδοκίᾳ Θεοῦ ὁ πρὸ αἰώνων μονογενὴς ἐν ὑστέρῳ καιρῷ ἐκ παρθένου
γεγέννηται δίχα ὁμι λίας ἀνδρός, καὶ ὅτι ἐπολιτεύσατο ὡς ἄνθρωπος ἄνευ
ἁμαρτίας πληρώσας πᾶσαν δικαιοσύνην τὴν τοῦ νόμου, καὶ ὅτι συγχω ρήσει
Θεοῦ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας ὁ Θεὸς Λόγος, καὶ ὅτι
ἀπέθανεν καὶ ἐτάφη καὶ ἀνέστη διὰ τριῶν ἡμερῶν καὶ μετὰ τὴν ἀνάστασιν,
τεσσαράκοντα ἡμέρας παρα μείνας τοῖς ἀποστόλοις καὶ πληρώσας πᾶσαν
διάταξιν, ἀνε λήφθη ἐπ᾿ ὄψεσιν αὐτῶν πρὸς τὸν ἀποστείλαντα αὐτὸν Θεὸν
καὶ Πατέρα. Ὁ ταῦτα πιστεύσας, οὐχ ἁπλῶς οὐδὲ ἀλόγως, ἀλλὰ κρίσει καὶ
πληροφορίᾳ, χάρισμα εἴληφεν ἐκ Θεοῦ, ὡσαύτως δὲ καὶ ὁ πάσης αἱρέσεως
ἀπαλλαγείς. Μὴ οὖν τις τῶν ποιούντων σημεῖα καὶ τέρατα κρινέτω τινὰ τῶν
πιστῶν μὴ ἀξιωθέντα ἐνεργεῖν· διάφορα γάρ ἐστιν τὰ τοῦ Θεοῦ χαρίσματα
παρ᾿ αὐτοῦ διὰ Χριστοῦ διδόμενα, καὶ σὺ μὲν εἴληφας τοῦτο, ἐκεῖνος δὲ
ἄλλο τι, ἢ γὰρ λόγον σοφίας ἢ γνώσεως ἢ διακρίσεως πνευμάτων ἢ
πρόγνωσιν τῶν μελλόντων ἢ λόγον διδακτικὸν ἢ ἀνεξικακίαν ἢ ἐγκράτειαν
ἔννομον. Καὶ γὰρ καὶ Μωϋσῆς, ὁ τοῦ Θεοῦ ἄνθρωπος, ἐν Αἰγύπτῳ ἐπιτελῶν
τὰ σημεῖα οὐ κατεπήρθη τῶν ὁμοφύ λων, καὶ θεὸς κληθεὶς οὐκ ἠλαζονεύσατο
κατὰ τοῦ ἰδίου προφήτου Ἀαρών. Ἀλλ᾿ οὔτε ὁ τοῦ Ναυῆ Ἰησοῦς, ἡγησάμενος
μετ᾿ αὐτὸν τοῦ λαοῦ κἂν τῷ πρὸς Ἰεβουσαίους πολέμῳ στήσας τὸν ἥλιον
κατὰ Γαβαὼν καὶ τὴν σελήνην κατὰ φάραγγα Αἰλὼν διὰ τὸ μὴ αὐταρκεῖν πρὸς
τὴν νίκην τὴν ἡμέραν, ἐπήρθη κατὰ τοῦ Φινεὲς ἢ τοῦ Χαλέβ· οὔτε Σαμουὴλ
τοσαῦτα παράδοξα ποιήσας παρ᾿ οὐδὲν ἡγήσατο τὸν θεοφιλῆ Δαυίδ, καίτοι
ἀμφότεροι προφῆται καὶ ὁ μὲν ἀρχιερεύς, ὁ δὲ βασιλεύς. Καὶ ἑπτὰ
χιλιάδων ὑπαρχουσῶν ἐν Ἰσραὴλ ἁγίων τῶν μὴ καμψάντων γόνυ τῇ Βάαλ μόνος
Ἠλίας ἐν αὐτοῖς καὶ ὁ τούτου μαθητὴς Ἐλισσαῖος θαυμα τοποιοὶ
γεγένηνται, ἀλλ᾿ οὔτε Ἠλίας τὸν οἰκονόμον Ἀβδιοὺ ἐξεμυκτήρισεν
φοβούμενον μὲν τὸν Θεόν, οὐ ποιοῦντα δὲ σημεῖα, οὔτε Ἐλισσαῖος τὸν
ἑαυτοῦ μαθητὴν φρίττοντα τοὺς πολεμίους ὑπερεῖδεν. Ἀλλὰ γὰρ οὔτε Δανιὴλ
ὁ σοφὸς ῥυσθεὶς δεύτερον ἐκ στόματος λεόντων, οὔτε οἱ τρεῖς παῖδες ἐκ
καμίνου πυρὸς ἐξουδένωσαν τοὺς λοιποὺς τῶν ὁμοφύλων· ἠπίσταντο γάρ, ὅτι
οὐ τῇ οἰκείᾳ δυνάμει περιεγέ νοντο τῶν δεινῶν, ἀλλὰ τῇ τοῦ Θεοῦ ἰσχύι,
καὶ σημεῖα ἐπετέλουν καὶ τῶν δυσχερῶν ἀπηλλάττοντο. Οὐκοῦν μηδεὶς ὑμῶν
ἐπαιρέσθω κατὰ τοῦ ἀδελφοῦ, κἂν προφήτης ᾖ κἂν θαυματοποιός· εἰ γὰρ
δοθῇ μηκέτι εἶναί που ἄπιστον, περιττὴ λοιπὸν ἔσται πᾶσα σημείων
ἐνέργεια. Τὸ μὲν γὰρ εἶναι εὐσεβῆ ἐκ τῆς τοῦ τινος εὐνοίας, τὸ δὲ
θαυματο ποιεῖν ἐκ τῆς τοῦ ἐνεργοῦντος δυνάμεως· ὧν τὸ μὲν πρῶτον ἡμᾶς
αὐτοὺς ὁρᾷ, τὸ δὲ δεύτερον Θεὸν τὸν ἐνεργοῦντα δι᾿ ἃς προείπομεν
αἰτίας. Οὐκοῦν μήτε βασιλεὺς ἐξουθενείτω τοὺς ὑπ᾿ αὐτὸν στρατηγούς,
μήτε ἄρχοντες τοὺς ὑπηκόους· μὴ ὄντων γὰρ τῶν ἀρχομένων περιττοὶ οἱ
ἄρχοντες, καὶ μὴ ὄντων στρατηγῶν οὐ στήσεται βασιλεία. Ἀλλὰ μηδὲ
ἐπίσκοπος ἐπαιρέσθω κατὰ τῶν διακόνων ἢ τῶν πρεσβυτέρων, μήτε μὴν οἱ
πρεσβύτεροι κατὰ τοῦ λαοῦ· ἐξ ἀλλήλων γάρ ἐστιν ἡ σύστασις τοῦ
συναθροίσματος. Ὅ τε γὰρ ἐπίσκοπος καὶ οἱ πρεσβύτεροι τίνων εἰσιν
ἱερεῖς; Καὶ οἱ λαικοὶ τίνων εἰσιν λαικοί; Καὶ τὸ μὲν εἶναι χριστιανὸν
ἐφ᾿ ἡμῖν, τὸ δὲ ἀπόστολον ἢ ἐπίσκοπον ἢ ἄλλο τι οὐκ ἐφ᾿ ἡμῖν, ἀλλ᾿ ἐπὶ
τῷ διδόντι Θεῷ τὰ χαρίσματα. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον εἰρήσθω διὰ
τοὺς ἀξιωθέντας χαρισμά των ἢ ἀξιωμάτων. β.
Περὶ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων ἀναξίων.
Ἐκεῖνο δὲ προστίθεμεν τῷ λόγῳ, ὅτι οὔτε πᾶς ὁ προφητεύων ὅσιος οὔτε πᾶς
ὁ δαίμονας ἐλαύνων ἅγιος. Καὶ γὰρ καὶ Βαλαὰμ ὁ τοῦ Βεὼρ ὁ μάντις
προεφήτευσεν δυσσεβὴς ὢν καὶ Καιάφας ὁ ψευδώνυμος ἀρχιερεύς, πολλὰ δὲ
καὶ ὁ διάβολος προλέγει καὶ οἱ ἀμφ᾿ αὐτὸν δαίμονες· καὶ οὐ παρὰ τοῦτο
μέτεστιν αὐτοῖς εὐσεβείας σπινθήρ, ἀγνοίᾳ γάρ εἰσιν πεπιεσμένοι δι᾿
ἑκούσιον κακόνοιαν. Δῆλον οὖν ὅτι οἱ ἀσεβεῖς, κἂν προφητεύωσιν, οὐ
καλύπτουσιν διὰ τῆς προφη τείας τὴν ἑαυτῶν ἀσέβειαν, οὐδὲ οἱ δαίμονας
ἐλαύνοντες ἐκ τῆς τούτων ὑποχωρήσεως ὁσιωθήσονται· ἀλλήλους γὰρ
ἀπατῶσιν, καθάπερ οἱ τὰς παιδιὰς γέλωτος ἕνεκα ἐπιδεικνύ μενοι, καὶ
τοὺς προσανέχοντας αὐτοῖς ἀπολλύουσιν. Οὔτε δὲ βασιλεὺς δυσσεβὴς
βασιλεὺς ἔτι ὑπάρχει, ἀλλὰ τύραννος, οὔτε ἐπίσκοπος ἀγνοίᾳ ἢ κακονοίᾳ
πεπιεσμένος ἔτι ἐπίσκοπός ἐστιν, ἀλλὰ ψευδώνυμος, οὐ παρὰ Θεοῦ, ἀλλὰ
παρὰ ἀνθρώπων προβληθείς, ὡς Ἀνανίας καὶ Σαμαίας ἐν Ἱερουσα λήμ, καὶ
Σεδεκίας καὶ Ἀχίας οἱ ἐν Βαβυλῶνι ψευδοπροφῆται. Ἀλλὰ καὶ Βαλαὰμ ὁ
μάντις τιμωρίαν ἔτισε διαφθείρας τὸν Ἰσραὴλ ἐν τῷ Βεελφεγώρ, καὶ
Καιάφας ὕστερον αὐτο φονευτὴς ἑαυτοῦ γέγονεν, καὶ οἱ υἱοὶ Σκευᾶ
ἐπιχειροῦντες δαίμονας ἐλαύνειν ὑπ᾿ αὐτῶν τραυματίαι γενόμενοι ἔφυγον
ἀπρεπῶς, καὶ οἱ βασιλεῖς τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα ἀσεβή σαντες παντοίας
τιμωρίας ἔτισαν. Δῆλον οὖν ὡς καὶ οἱ ψευδώνυμοι ἐπίσκοποι καὶ
πρεσβύτεροι οὐκ ἐκφεύξονται τὴν παρὰ τοῦ Θεοῦ δίκην· ῥηθήσεται γὰρ
αὐτοῖς καὶ νῦν· Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντές μου τὸ ὄνομα, παραδώσω
ὑμᾶς εἰς σφαγὴν ὡς Σεδεκίαν καὶ Ἀχίαν, οὓς ἀπετηγάνισεν βασιλεὺς
Βαβυλῶνος, ὥς φησιν Ἱερεμίας ὁ προφήτης. Ταῦτα δέ φαμεν οὐ τὰς ἀληθεῖς
προφητείας ἐξουθενοῦν τες, ἴσμεν γὰρ αὐτὰς κατ᾿ ἐπίπνοιαν Θεοῦ ἐν τοῖς
ὁσίοις ἐνερ γεῖσθαι, ἀλλὰ τὸ θράσος τῶν ἀλαζονευομένων καταστέλλοντες
καὶ προστιθέντες ἐκεῖνο, ὅτι τῶν τοιούτων ὁ Θεὸς περιαιρεῖ τὴν χάριν·
Ὑπερηφάνοις γὰρ ὁ Θεὸς ἀντιτάσσεται, ταπει νοῖς δὲ δίδωσι χάριν. Σίλας
μὲν οὖν καὶ Ἄγαβος ἐφ᾿ ἡμῶν προφητεύσαντες οὐ παρεξέτειναν ἑαυτοὺς τοῖς
ἀποστόλοις οὐδὲ ὑπερέβησαν τὰ ἑαυτῶν μέτρα, καίτοι θεοφιλεῖς ὄντες.
Προεφήτευσαν δὲ καὶ γυναῖκες, τὸ μὲν παλαιὸν Μαριὰμ ἡ Μωϋσέως καὶ Ἀαρὼν
ἀδελφή, μετὰ δὲ αὐτὴν Δεββῶρα, καὶ μετ᾿ αὐτὴν Ὀλδὰ καὶ Ἰουδίθ, ἡ μὲν
ἐπὶ Ἰωσίου, ἡ δὲ ἐπὶ Δαρείου· καὶ ἡ μήτηρ δὲ τοῦ Κυρίου προεφήτευσεν
καὶ Ἐλισαβὲτ ἡ συγγενὴς αὐτῆς καὶ Ἄννα, καὶ ἐφ᾿ ἡμῶν αἱ Φιλίππου
θυγατέρες· ἀλλ᾿ οὐκ ἐπήρθησαν κατὰ τῶν ἀνδρῶν αὗται, ἀλλ᾿ ἐφύλαξαν τὰ
οἰκεῖα μέτρα. Οὐκοῦν καὶ ἐν ὑμῖν κἂν γυνή τις ᾖ κἂν ἀνήρ, καὶ τύχῃ
τοιαύτης τινὸς χάριτος, ταπεινοφρονείτω, ἵνα ἐπ᾿ αὐτῷ εὐδοκῇ ὁ Θεός.
Ἐπὶ τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ᾿ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ
τρέμοντά μου τοὺς λόγους; γ.
Ὅτι τὸ διατάσσεσθαι τὰ ἐν ταῖς ἐκκλησίαις ἐπιτελεούμενα κορυφαιότατόν
ἐστι.
Τὰ μὲν οὖν πρῶτα τοῦ λόγου ἐξεθέμεθα περὶ τῶν χαρισμάτων, ὅσαπερ ὁ Θεὸς
κατ᾿ ἰδίαν βούλησιν παρέσχεν ἀνθρώποις, καὶ ὅπως τῶν ψευδῆ
ἐπιχειρούντων λέγειν ἢ ἀλλοτρίῳ πνεύματι κινουμένων ἤλεγξε τὸν τρόπον,
καὶ ὅτι πονηροῖς πολλάκις ἀπεχρήσατο ὁ Θεὸς πρός τε προφητείαν καὶ
τερατοποΐαν. Νυνὶ δὲ δὲ ἐπὶ τὸ κορυφαιότατον τῆς ἐκκλησιαστικῆς
διατυπώσεως ὁ λόγος ἡμᾶς ἐπείγει, ὅπως καὶ ταύτην μαθόντες παρ᾿ ἡμῶν
τὴν διάταξιν, οἱ ταχθέντες δι᾿ ἡμῶν γνώμῃ Χριστοῦ ἐπίσκοποι, πάντα κατὰ
τὰς παρα δοθείσας ἡμῖν ἐντολὰς ποιῆσθε, εἰδότες, ὅτι ὁ ἡμῶν ἀκούων
Χριστοῦ ἀκούει, ὁ δὲ Χριστοῦ ἀκούων τοῦ Θεοῦ αὐτοῦ καὶ Πατρὸς ἀκούει, ᾧ
ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. δ.
Περὶ χειροτονιῶν.
Ἅμα τοίνυν ὑπάρχοντες ἡμεῖς οἱ δεκαδύο τοῦ Κυρίου ἀπόστολοι τάσδε τὰς
θείας ὑμῖν ἐντελλόμεθα διατάξεις περὶ παντὸς ἐκκλησιαστικοῦ τύπου,
συμπαρόντος ἡμῖν καὶ τοῦ τῆς ἐκλογῆς σκεύους Παύλου τοῦ συναποστόλου
ἡμῶν καὶ Ἰακώβου τοῦ ἐπισκόπου καὶ τῶν λοιπῶν πρεσβυτέρων καὶ τῶν ἑπτὰ
διακόνων. Πρῶτος οὖν ἐγώ φημι Πέτρος ἐπίσκοπον χειρο τονεῖσθαι, ὡς ἐν τοῖς προλαβοῦσιν ἅμα πάντες διετα ξάμεθα, ἐν πᾶσιν ἄμεμπτον, ἀριστίνδην ὑπὸ παντὸς τοῦ λαοῦ ἐκλελεγμένον. Οὗ ὀνομασθέντος καὶ ἀρέσαντος συνελθὼν ὁ λαὸς ἅμα τῷ πρεσβυτερίῳ καὶ τοῖς παροῦ σιν ἐπισκόποις ἐν ἡμέρᾳ κυριακῇ, ὁ πρόκριτος τῶν λοι πῶν ἐρωτάτω τὸ πρεσβυτέριον καὶ τὸν λαόν, εἰ αὐτός ἐστιν, ὃν αἰτοῦνται εἰς ἄρχοντα. Καὶ ἐπινευσάντων προσε περωτάτω, εἰ μαρτυρεῖται ὑπὸ πάντων ἄξιος εἶναι τῆς μεγάλης ταύτης καὶ λαμπρᾶς ἡγεμονίας, εἰ τὰ κατὰ τὴν εἰς Θεὸν αὐτῷ εὐσέβειαν κατώρθωται, εἰ τὰ πρὸς ἀνθρώπους δίκαια πεφύλακται, εἰ τὰ κατὰ τὸν οἶκον αὐτοῦ καλῶς ᾠκονόμηται, εἰ τὰ κατὰ τὸν βίον ἀνεπιλήπτως. Καὶ πάντων ἅμα κατὰ ἀλήθειαν, ἀλλ᾿ οὐ κατὰ πρόληψιν μαρτυ ρησάντων τοιοῦτον αὐτὸν εἶναι, ὡς ἐπὶ δικαστῇ Θεῷ καὶ Χριστῷ, παρόντος δηλαδὴ καὶ τοῦ ἁγίου Πνεύματος καὶ πάντων τῶν ἁγίων καὶ λειτουργικῶν πνευμάτων, ἐκ τρίτου πάλιν πυθέσθωσαν, εἰ ἄξιός ἐστιν ἀληθῶς τῆς λειτουργίας, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Καὶ συνθεμένων αὐτῶν ἐκ τρίτου ἄξιον εἶναι, ἀπαιτείσθωσαν οἱ πάντες σύνθημα, καὶ δόντες προθύμως ἀκουέσθωσαν. Καὶ σιωπῆς γενομένης εἷς τῶν πρώτων ἐπισκόπων ἅμα καὶ δυσὶν ἑτέροις πλησίον τοῦ θυσιαστηρίου ἑστώς, τῶν λοιπῶν ἐπισκόπων καὶ πρεσβυτέρων σιωπῇ προσευχομένων, τῶν δὲ διακόνων τὰ θεῖα Εὐαγγέλια ἐπὶ τῆς τοῦ χειροτονουμέ νου κεφαλῆς ἀνεπτυγμένα κατεχόντων, λεγέτω πρὸς Θεόν· ε.
Εὐχὴ ἐπὶ χειροτονίας ἐπισκόπου.
- Ὁ ὤν, δέσποτα Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἀγέννητος καὶ
ἀβασίλευτος, ὁ ἀεὶ ὢν καὶ πρὸ τῶν αἰώνων ὑπάρχων, ὁ πάντη ἀνενδεὴς καὶ
πάσης αἰτίας καὶ γενέσεως κρείττων, ὁ μόνος ἀληθινός, ὁ μόνος σοφός, ὁ
ὢν μόνος ὕψιστος, ὁ τῇ φύσει ἀόρατος, οὗ τὸ εἶναι γνῶσις ἄναρχος, ὁ
μόνος ἀγαθὸς καὶ ἀσύγκριτος, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, ὁ
τῶν κρυπτῶν γνώστης, ὁ ἀπρόσιτος, ὁ ἀδέσποτος· ὁ Θεὸς καὶ Πατὴρ τοῦ
μονογενοῦς Υἱοῦ σου τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, ὁ δημιουργὸς τῶν ὅλων
δι᾿ αὐτοῦ, ὁ προνοητής, ὁ κηδεμών, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης
παρακλήσεως, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν· σὺ ὁ δοὺς
ὅρους Ἐκκλησίας διὰ τῆς ἐνσάρκου παρουσίας τοῦ Χριστοῦ σου ὑπὸ μάρτυρι
τῷ παρακλήτῳ διὰ τῶν σῶν ἀποστόλων καὶ ἡμῶν διδασκάλων, τῶν χάριτι σῇ
παρεστώτων ἐπισκόπων, ὁ προορίσας ἐξ ἀρχῆς ἱερεῖς εἰς ἐπιστασίαν τοῦ
λαοῦ σου, Ἄβελ ἐν πρώτοις, Σὴθ καὶ Ἐνὼς καὶ Ἐνὼχ καὶ Νῶε καὶ Μελχισεδὲκ
καὶ Ἰώβ· ὁ ἀναδείξας Ἀβραὰμ καὶ τοὺς λοιποὺς πατριάρχας σὺν τοῖς
πιστοῖς σου θεράπουσιν Μωϋσεῖ καὶ Ἀαρὼν καὶ Ἐλεαζὰρ καὶ Φινεές, ὁ ἐξ
αὐτῶν προχειρισάμενος ἄρχοντας καὶ ἱερεῖς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὁ
τὸν Σαμουὴλ ἐκλεξάμενος εἰς ἱερέα καὶ προφήτην, ὁ τὸ ἁγίασμά σου
ἀλειτούργητον μὴ ἐγκαταλιπών, ὁ εὐδοκήσας ἐν οἷς ᾑρετίσω δοξασθῆναι·
αὐτὸς καὶ νῦν μεσιτείᾳ τοῦ Χριστοῦ σου δι᾿ ἡμῶν ἐπίχεε τὴν δύναμιν τοῦ
ἡγεμονικοῦ σου Πνεύματος, ὅπερ διακονεῖται τῷ ἠγαπημένῳ σου παιδὶ Ἰησοῦ
Χριστῷ, ὅπερ ἐδωρήσατο γνώμῃ σου τοῖς ἁγίοις ἀποστόλοις σου τοῦ αἰωνίου
Θεοῦ. Δὸς ἐν τῷ ὀνόματί σου, καρδιογνῶστα Θεέ, ἐπὶ τὸν δοῦλόν σου
τόνδε, ὃν ἐξελέξω εἰς ἐπισκοπὴν, ποιμαίνειν τὴν ἁγίαν σου ποίμνην καὶ
ἀρχιερατεύειν σοι, ἀμέμπτως λειτουργοῦντα νυκτὸς καὶ ἡμέρας καὶ
ἐξιλασκό μενόν σου τὸ πρόσωπον, ἐπισυναγαγεῖν τὸν ἀριθμὸν τῶν σῳζομένων
καὶ προσφέρειν σοι τὰ δῶρα τῆς ἁγίας σου Ἐκκλησίας. Δὸς αὐτῷ, δέσποτα
παντοκράτορ, διὰ τοῦ Χριστοῦ σου τὴν μετουσίαν τοῦ ἁγίου Πνεύματος,
ὥστε ἔχειν ἐξουσίαν ἀφιέναι ἁμαρτίας κατὰ τὴν ἐντολήν σου, διδόναι
κλήρους κατὰ τὸ πρόσταγμά σου, λύειν δὲ πάντα σύνδεσμον κατὰ τὴν
ἐξουσίαν, ἣν ἔδωκας τοῖς ἀποστόλοις, εὐαρεστεῖν δέ σοι ἐν πραότητι καὶ
καθαρᾷ καρδίᾳ, ἀτρέπτως, ἀμέμπτως, ἀνεγκλήτως προσφέροντά σοι καθαρὰν
καὶ ἀναί μακτον θυσίαν, ἣν διὰ Χριστοῦ διετάξω, τὸ μυστήριον τῆς καινῆς
διαθήκης, εἰς ὀσμὴν εὐωδίας διὰ τοῦ ἁγίου Παιδός σου Ἰησοῦ Χριστοῦ τοῦ
Θεοῦ καὶ σωτῆρος ἡμῶν, δι᾿ οὗ σοι δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Καὶ ταῦτα ἐπευξαμένου οἱ λοιποὶ ἱερεῖς ἐπιλεγέτωσαν· Ἀμήν, καὶ σὺν αὐτοῖς ἅπας ὁ λαός. Καὶ μετὰ τὴν προσευχὴν εἷς τῶν ἐπισκόπων ἀναφερέτω τὴν θυσίαν ἐπὶ τῶν χειρῶν τοῦ χειροτονηθέντος. Καὶ τῇ ἕωθεν ἐνθρονιζέσθω εἰς τὸν αὐτῷ διαφέροντα τόπον παρὰ τῶν λοιπῶν ἐπισκόπων, πάντων αὐτὸν φιλησάντων τῷ ἐν Κυρίῳ φιλήματι. Καὶ μετὰ τὴν ἀνάγνωσιν τοῦ Νόμου καὶ τῶν Προφητῶν, τῶν τε Ἐπιστολῶν ἡμῶν καὶ τῶν Πράξεων καὶ τῶν Εὐαγγελίων, ἀσπασάσθω ὁ χειροτονηθεὶς τὴν ἐκκλησίαν, λέγων· - Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Καὶ πάντες ἀποκρινέσθωσαν· Καὶ μετὰ τοῦ πνεύματός σου. Καὶ μετὰ τὴν πρόσρησιν προσλαλησάτω τῷ λαῷ λόγους παρακλήσεως. στ.
Προσφώνησις ὑπὲρ τῶν κατηχουμένων. Χειροθεσία ἐπὶ τῶν κατηχουμένων.
Καὶ πληρώσαντος αὐτοῦ τὸν τῆς διδασκαλίας λόγον φημὶ ἐγὼ Ἀνδρέας ὁ
ἀδελφὸς Πέτρου· Ἀναστάντων ἁπάντων ὁ διάκονος ἐφ᾿ ὑψηλοῦ τινος ἀνελθὼν
κηρυττέτω· Μήτις τῶν ἀκροωμένων, μήτις τῶν ἀπίστων. Καὶ ἡσυχίας
γενομένης λεγέτω· Εὔξασθε, οἱ κατηχούμενοι. Καὶ πάντες οἱ πιστοὶ κατὰ διάνοιαν ὑπὲρ αὐτῶν προ σευχέσθωσαν λέγοντες· Κύριε ἐλέησον. Διακονείτω δὲ ὑπὲρ αὐτῶν λέγων· - Ὑπὲρ τῶν κατηχουμένων πάντες ἐκτενῶς τὸν Θεὸν παρακαλέσωμεν, ἵνα ὁ ἀγαθὸς καὶ φιλάνθρωπος εὐμενῶς εἰσακούσῃ τῶν δεήσεων αὐτῶν καὶ τῶν παρακλήσεων, καὶ προσδεξάμενος αὐτῶν τὴν ἱκεσίαν ἀντιλάβηται αὐτῶν καὶ δῷ αὐτοῖς τὰ αἰτήματα τῶν καρδιῶν αὐτῶν πρὸς τὸ συμφέρον, ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ αὐτοῦ, φωτίσῃ αὐτοὺς καὶ συνετίσῃ, παιδεύσῃ αὐτοὺς τὴν θεογνωσίαν, διδάξῃ αὐτοὺς τὰ προστάγματα αὐτοῦ καὶ τὰ δικαιώματα, ἐγκαταφυτεύσῃ ἐν αὐτοῖς τὸν ἁγνὸν αὐτοῦ καὶ σωτήριον φόβον, διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν πρὸς τὸ ἐν τῷ νόμῳ αὐτοῦ καταγίνεσθαι ἡμέρας καὶ νυκτός, βεβαιώσῃ δὲ αὐτοὺς ἐν τῇ εὐσεβείᾳ, ἑνώσῃ καὶ ἐγκατα ριθμήσῃ αὐτοὺς τῷ ἁγίῳ αὐτοῦ ποιμνίῳ, καταξιώσας αὐτοὺς τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τοῦ ἐνδύματος τῆς ἀφθαρ σίας, τῆς ὄντως ζωῆς· ῥύσηται δὲ αὐτοὺς ἀπὸ πάσης ἀσεβείας καὶ μὴ δῷ τόπον τῷ ἀλλοτρίῳ κατ᾿ αὐτῶν, καθαρίσῃ δὲ αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐνοικήσῃ τε ἐν αὐτοῖς καὶ ἐμπεριπατήσῃ διὰ τοῦ Χριστοῦ αὐτοῦ, εὐλογήσῃ τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους καὶ κατευθύνῃ αὐτοῖς τὰ προκείμενα εἰς τὸ συμφέρον. - Ἔτι ἐκτενέστερον ὑπὲρ αὐτῶν ἱκετεύσωμεν, ἵνα ἀφέσεως τυχόντες τῶν πλημμελημάτων διὰ τῆς μυήσεως ἀξιωθῶσιν τῶν ἁγίων μυστηρίων καὶ τῆς μετὰ τῶν ἁγίων διαμονῆς. - Ἐγείρεσθε, οἱ κατηχούμενοι· - Τὴν εἰρήνην τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ αἰτήσασθε, εἰρηνικὴν τὴν ἡμέραν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ὑμῶν, χριστιανὰ τὰ τέλη ὑμῶν, ἵλεω καὶ εὐμενῆ τὸν Θεόν, ἄφεσιν πλημμελη μάτων· ἑαυτοὺς τῷ μόνῳ ἀγεννήτῳ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παράθεσθε. - Κλίνατε καὶ εὐλογεῖσθε. Ἐφ᾿ ἑκάστῳ δὲ τούτων ὧν ὁ διάκονος προσφωνεῖ, ὡς προείπομεν, λεγέτω ὁ λαός· Κύριε ἐλέησον, καὶ πρὸ πάντων τὰ παιδία. Κλινόντων δὲ αὐτῶν τὰς κεφαλὰς εὐλογείτω αὐτοὺς ὁ χειροτονηθεὶς ἐπίσκοπος εὐλογίαν τοιάνδε· - Ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἀγέννητος καὶ ἀπρόσιτος, ὁ μόνος ἀληθινὸς Θεός, ὁ Θεὸς καὶ Πατὴρ τοῦ Χριστοῦ σου τοῦ μονογενοῦς Υἱοῦ σου, ὁ Θεὸς τοῦ Παρακλήτου καὶ τῶν ὅλων Κύριος, ὁ διὰ Χριστοῦ διδασκάλους τοῖς μαθηταῖς ἐπιστήσας πρὸς μάθησιν τῆς εὐσεβείας· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους τὸ εὐαγγέλιον τοῦ Χριστοῦ σου, καὶ δὸς αὐτοῖς καρδίαν καινὴν καὶ πνεῦμα εὐθὲς ἐγκαί νισον ἐν τοῖς ἐγκάτοις αὐτῶν πρὸς τὸ εἰδέναι καὶ ποιεῖν τὸ θέλημά σου ἐν καρδίᾳ πλήρει καὶ ψυχῇ θελούσῃ Καταξίωσον αὐτοὺς τῆς ἁγίας μυήσεως καὶ ἕνωσον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ καὶ μετόχους ποίησον τῶν θείων μυστηρίων διὰ Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, τοῦ ὑπὲρ αὐτῶν ἀποθανόντος, δι᾿ οὗ σοι δόξα καὶ τὸ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ μετὰ τοῦτο ὁ διάκονος λεγέτω· Προέλθετε, οἱ κατηχούμενοι, ἐν εἰρήνῃ. ζ.
Προσφώνησις ὑπὲρ τῶν ἐνεργουμένων. Χειροθεσία ἐπὶ τῶν ἐνεργουμένων.
Καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς λεγέτω· - Εὔξασθε, οἱ ἐνεργούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων. - Ἐκτενῶς πάντες ὑπὲρ αὐτῶν δεηθῶμεν, ὅπως ὁ φιλάνθρωπος Θεὸς διὰ Χριστοῦ ἐπιτιμήσῃ τοῖς ἀκαθάρτοις καὶ πονηροῖς πνεύμασιν καὶ ῥύσηται τοὺς αὐτοῦ ἱκέτας ἀπὸ τῆς τοῦ ἀλλοτρίου καταδυναστείας· ὁ ἐπιτιμήσας τῷ λεγεῶνι τῶν δαιμόνων καὶ τῷ ἀρχεκάκῳ διαβόλῳ, αὐτὸς ἐπι τιμήσῃ καὶ νῦν τοῖς ἀποστάταις τῆς εὐσεβείας καὶ ῥύσηται τὰ ἑαυτοῦ πλάσματα ἀπὸ τῆς ἐνεργείας αὐτῶν καὶ καθαρίσῃ αὐτά, ἃ μετὰ πολλῆς σοφίας ἐποίησεν. - Ἔτι ἐκτενῶς ὑπὲρ αὐτῶν δεηθῶμεν· - Σῶσον καὶ ἀνάστησον αὐτούς, ὁ Θεός, ἐν τῇ δυνάμει σου. - Κλίνατε, οἱ ἐνεργούμενοι, καὶ εὐλογεῖσθε. Ὁ δὲ ἐπίσκοπος ἐπευχέσθω λέγων· Ὁ τὸν ἰσχυρὸν δήσας καὶ πάντα τὰ σκεύη αὐτοῦ διαρπάσας, ὁ δοὺς ἡμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ὁ τὸν ἀνθρω ποκτόνον ὄφιν δεσμώτην παραδοὺς ἡμῖν ὡς στρουθίον παι δίοις, ὃν φρίττει πάντα καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου, ὁ ῥήξας αὐτὸν ὡς ἀστραπὴν ἐξ οὐρανοῦ εἰς γῆν, οὐ τοπικῷ ῥήγματι, ἀλλὰ ἀπὸ τιμῆς εἰς ἀτιμίαν δι᾿ ἑκούσιον αὐτοῦ κακόνοιαν· Οὗ τὸ βλέμμα ξηραίνει ἄβυσσον καὶ ἡ ἀπειλὴ τήκει ὄρη καὶ ἡ ἀλήθεια μένει εἰς τὸν αἰῶνα, ὃν αἰνεῖ τὰ νήπια καὶ εὐλογεῖ τὰ θηλάζοντα, ὃν ὑμνοῦσιν καὶ προσκυνοῦσιν ἄγγελοι· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτὴν καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν, οὗ νεφέλαι κονιορτὸς τῶν ποδῶν, ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ᾿ ἐδάφους· Μονογενῆ Θεέ, μεγάλου Πατρὸς Υἱέ, ἐπιτίμησον τοῖς πονηροῖς πνεύμασιν καὶ ῥῦσαι τὰ ἔργα τῶν χειρῶν σου ἐκ τῆς τοῦ ἀλλοτρίου πνεύματος ἐνεργείας, ὅτι σοὶ δόξα, τιμὴ καὶ σέβας καὶ διὰ σοῦ τῷ σῷ Πατρὶ ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Ὁ διάκονος λεγέτω· Προέλθετε, οἱ ἐνεργούμενοι. η.
Προσφώνησις ὑπὲρ τῶν φωτιζομένων. Χειροθεσία ἐπὶ τῶν φωτιζομένων.
Καὶ μετὰ τοῦτο προσφωνείτω· - Εὔξασθε, οἱ φωτιζόμενοι. - Ἐκτενῶς οἱ πιστοὶ πάντες ὑπὲρ αὐτῶν παρακαλέσωμεν, ὅπως ὁ Κύριος καταξιώσῃ αὐτούς, μυηθέντας εἰς τὸν τοῦ Χριστοῦ θάνατον, συναναστῆναι αὐτῷ καὶ μετό χους γενέσθαι τῆς βασιλείας αὐτοῦ καὶ κοινωνοὺς τῶν μυστηρίων αὐτοῦ, ἑνώσῃ καὶ συγκαταλέξῃ αὐτοὺς μετὰ τῶν σῳζομένων ἐν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ. - Ἔτι ἐκτενῶς ὑπὲρ αὐτῶν δεηθῶμεν· σῶσον καὶ ἀνάστησον αὐτοὺς ἐν τῇ σῇ χάριτι. - Κατασφραγισάμενοι τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ, κλίνατε. Εὐλογείσθωσαν οὖν παρὰ τοῦ ἐπισκόπου τήνδε τὴν εὐλο γίαν· - Ὁ προειπὼν διὰ τῶν ἁγίων σου προφητῶν τοῖς μυομένοις· Λούσασθε, καθαροὶ γίνεσθε, καὶ διὰ τοῦ Χριστοῦ νομοθετήσας τὴν πνευματικὴν ἀναγέννησιν· αὐτὸς καὶ νῦν ἔπιδε ἐπὶ τοὺς βαπτιζομένους καὶ εὐλόγησον αὐτοὺς καὶ ἁγίασον, καὶ παρασκεύασον ἀξίους γενέσθαι τῆς πνευματι κῆς σου δωρεᾶς καὶ τῆς ἀληθινῆς σου υἱοθεσίας, τῶν πνευμα τικῶν σου μυστηρίων, τῆς μετὰ τῶν σῳζομένων ἐπισυναγωγῆς διὰ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν, δι᾿ οὗ σοι δόξα, τιμὴ καὶ σέβας ἐν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ λεγέτω ὁ διάκονος· Προέλθετε, οἱ φωτιζόμενοι. θ.
Προσφώνησις ὑπὲρ τῶν ἐν μετανοίᾳ. Χειροθεσία ὑπὲρ τῶν ἐν μετανοίᾳ.
Καὶ μετὰ τοῦτο κηρυττέτω· - Εὔξασθε, οἱ ἐν τῇ μετανοίᾳ. - Ἐκτενῶς πάντες ὑπὲρ τῶν ἐν μετανοίᾳ ἀδελφῶν ἡμῶν παρακαλέσωμεν, ὅπως ὁ φιλοικτίρ μων Θεὸς ὑποδείξῃ αὐτοῖς ὁδὸν μετανοίας, προσδέξηται αὐτῶν τὴν παλινῳδίαν καὶ τὴν ἐξομολόγησιν, καὶ συντρίψῃ τὸν σατα νᾶν ὑπὸ τοὺς πόδας αὐτῶν ἐν τάχει καὶ λυτρώσηται αὐτοὺς ἀπὸ τῆς παγίδος τοῦ διαβόλου καὶ τῆς ἐπηρείας τῶν δαιμό νων, καὶ ἐξέληται αὐτοὺς ἀπὸ παντὸς ἀθεμίτου λόγου καὶ πάσης ἀτόπου πράξεως καὶ πονηρᾶς ἐννοίας· Συγχωρήσῃ δὲ αὐτοῖς πάντα τὰ παραπτώματα αὐτῶν, τά τε ἑκούσια καὶ τὰ ἀκούσια καὶ ἐξαλείψῃ τὸ κατ᾿ αὐτῶν χειρόγραφον καὶ ἐγγράψηται αὐτοὺς ἐν βίβλῳ ζωῆς, καθάρῃ δὲ αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ ἑνώσῃ αὐτοὺς ἀποκαταστήσας εἰς τὴν ἁγίαν αὐτοῦ ποίμνην. Ὅτι αὐτὸς γινώσκει τὸ πλάσμα ἡμῶν, ὅτι τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις. Ἔτι ὑπὲρ αὐτῶν ἐκτενέστερον δεηθῶμεν, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἀμαρτωλῷ μετανοοῦντι, ὅπως ἀποστρα φέντες πᾶν ἔργον ἀθέμιτον προσοικειωθῶσιν πάσῃ πράξει ἀγαθῇ, ἵνα ὁ φιλάνθρωπος Θεὸς ᾗ τάχος εὐμενῶς προσδεξά μενος αὐτῶν τὰς λιτάς, ἀποκαταστήσῃ αὐτοὺς εἰς τὴν προτέραν ἀξίαν καὶ ἀποδώσῃ αὐτοῖς τὴν ἀγαλλίασιν τοῦ σωτηρίου καὶ πνεύματι ἡγεμονικῷ στηρίξῃ αὐτούς, ἵνα μηκέτι σαλευθῶσιν τὰ διαβήματα αὐτῶν, ἀλλὰ καταξιωθῶσιν κοινωνοὶ γενέσθαι τῶν ἁγίων αὐτοῦ ἱερῶν καὶ μέτοχοι τῶν θείων μυστηρίων, ἵνα ἄξιοι ἀποφανθέντες τῆς υἱοθεσίας τύχωσιν τῆς αἰωνίου ζωῆς. - Ἔτι ἐκτενῶς ὑπὲρ αὐτῶν πάντες εἴπωμεν· Κύριε ἐλέησον· σῶσον αὐτούς, ὁ Θεός, καὶ ἀνάστησον τῷ ἐλέει σου. Ἀναστάντες τῷ Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ κλίνατε καὶ εὐλογεῖσθε. Ἐπευχέσθω οὖν ὁ ἐπίσκοπος τοιάδε τινά· - Παντοκράτορ Θεὲ αἰώνιε, δέσποτα τῶν ὅλων, κτίστα καὶ πρύτανι τῶν ὄντων, ὁ τὸν ἄνθρωπον κόσμου κόσμον ἀναδείξας διὰ Χριστοῦ καὶ νόμον δοὺς αὐτῷ ἔμφυτον καὶ γραπτὸν πρὸς τὸ ζῆν αὐτὸν ἐνθέσμως ὡς λογικόν, καὶ ἁμαρτόντι ὑποθήκην δοὺς πρὸς μετάνοιαν τὴν σαυ τοῦ ἀγαθότητα· ἔπιδε ἐπὶ τοὺς κεκλικότας σοι αὐχένα ψυχῆς καὶ σώματος, ὅτι οὐ βούλει τὸν θάνατον τοῦ ἁμαρ τωλοῦ, ἀλλὰ τὴν μετάνοιαν, ὥστε ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν. Ὁ Νινευιτῶν προσδεξάμενος τὴν μετάνοιαν, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὁ τὸν υἱὸν προσδεξάμενος τὸν καταφαγόντα τὸν βίον αὐτοῦ ἀσώτως πατρικοῖς σπλάγχνοις διὰ τὴν μετάνοιαν, αὐτὸς καὶ νῦν πρόσδεξαι τῶν ἱκετῶν σου τὴν μετάγνωσιν, ὅτι οὐκ ἔστιν, ὃς οὐχ ἁμαρτήσεταί σοι· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Καὶ ἀποκατάστησον αὐτοὺς τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ ἐν τῇ προτέρᾳ ἀξίᾳ καὶ τιμῇ διὰ τοῦ Χριστοῦ, τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, δι᾿ οὗ σοι δόξα καὶ προσκύνησις ἐν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ ὁ διάκονος λεγέτω· Ἀπολύεσθε, οἱ ἐν μετανοίᾳ. ι.
Προσφώνησις ὑπὲρ τῶν πιστῶν.
Καὶ προστιθέτω· - Μήτις τῶν μὴ δυναμένων προσελθέτω. - Ὅσοι πιστοί, κλίνωμεν γόνυ· δεηθῶμεν τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ, πάντες συντόνως τὸν Θεὸν διὰ τοῦ Χριστοῦ αὐτοῦ παρακα λέσωμεν. - Ὑπὲρ τῆς εἰρήνης καὶ τῆς εὐσταθείας τοῦ κόσμου καὶ τῶν ἁγίων Ἐκκλησιῶν δεηθῶμεν, ὅπως ὁ τῶν ὅλων Θεὸς ἀΐδιον καὶ ἀναφαίρετον τὴν ἑαυτοῦ εἰρήνην ἡμῖν παράσχοιτο, ἵνα ἐν πληροφορίᾳ τῆς κατ᾿ εὐσέβειαν ἀρετῆς διατελοῦντας ἡμᾶς συντηρήσῃ. - Ὑπὲρ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς τοῦ Θεοῦ Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης δεηθῶμεν, ὅπως ὁ Κύριος ἄσειστον αὐτὴν καὶ ἀκλυδώνιστον διαφυλάξῃ καὶ διατηρήσῃ μέχρι τῆς συντελείας τοῦ αἰῶνος τεθεμελιωμένην ἐπὶ τὴν πέτραν. - Καὶ ὑπὲρ τῆς ἐνθάδε ἁγίας παροικίας δεηθῶμεν, ὅπως καταξιώσῃ ἡμᾶς ὁ τῶ |