ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΛΟΓΟΙ

ΛΟΓΟΣ 1. Εἰς τὸ ἅγιον Πάσχα καὶ εἰς τὴν βραδυτῆτα.
ΛΟΓΟΣ 2. Πρὸς τοὺς καλέσαντας, καὶ μὴ ἀπαντήσαντας.
ΛΟΓΟΣ 3. Τοῦ αὐτοῦ ἀπολογητικὸς τῆς εἰς τὸν Πόντον φυγῆς ἕνεκεν, καὶ αὖθις ἐπανόδου ἐκεῖθεν, μετὰ τὴν τοῦ πρεσβυτέρου χειροτονίαν, ἐν ᾧ τί τὸ τῆς ἱερωσύνης ἐπάγγελμα.
ΛΟΓΟΣ 4. Κατὰ Ἰουλιανοῦ Βασιλέως Στηλιτευτικὸς πρῶτος.
ΛΟΓΟΣ 5. Κατὰ Ἰουλιανοῦ βασιλέως στηλιτευτικὸς δεύτερος.
ΛΟΓΟΣ 6. Εἰρηνικὸς, ἐπὶ τῇ ἑνώσει τῶν μοναζόντων, μετὰ τὴν σιωπὴν, ἐπὶ παρουσίᾳ τοῦ πατρὸς αὐτοῦ.
ΛΟΓΟΣ 7. ΕΙΣ ΚΑΙΣΑΡΙΟΝ ΤΟΝ ΕΑΥΤΟΥ ΑΔΕΛΦΟΝ ΕΠΙΤΑΦΙΟΣ
ΛΟΓΟΣ 8. Εἰς τὴν ἀδελφὴν ἑαυτοῦ Γοργονίαν ἐπιτάφιος.
ΛΟΓΟΣ 9. Ἀπολογητικὸς εἰς τὸν ἑαυτοῦ πατέρα Γρηγόριον, συμπαρόντος αὐτῷ Βασιλείου, ἡνίκα ἐπίσκοπος ἐχειροτονήθη Σασίμων.
ΛΟΓΟΣ 10. Εἰς ἑαυτὸν, καὶ εἰς τὸν πατέρα καὶ Βασίλειον τὸν μέγαν, μετὰ τὴν ἐπάνοδον ἐκ φυγῆς.
ΛΟΓΟΣ 11. Τοῦ αὐτοῦ, εἰς Γρηγόριον Νύσσης, τὸν τοῦ μεγάλου Βασιλείου ἀδελφὸν, ἐπιστάντα μετὰ τὴν χειροτονίαν.
ΛΟΓΟΣ 12. Εἰς τὸν πατέρα ἑαυτοῦ, ἡνίκ᾿ ἐπέτρεψεν αὐτὸν φροντίζειν τῆς Ναζιανζοῦ Ἐκκλησίας.
ΛΟΓΟΣ 13. Εἰς τὴν χειροτονίαν Δοαρῶν ὁμιλία ἐκδοθεῖσα Εὐλαλίῳ ἐπισκόπῳ.
ΛΟΓΟΣ 14. Περὶ φιλοπτωχίας.
ΛΟΓΟΣ 15. Εἰς τὸν πατέρα σιωπῶντα διὰ τὴν πληγὴν τῆς χαλάζης.
ΛΟΓΟΣ 16. Εἰς τοὺς Μακκαβαίους.
ΛΟΓΟΣ 17. Πρὸς τοὺς πολιτευομένους Ναζιανζοῦ ἀγωνιῶντας, καὶ τὸν ἄρχοντα ὀργιζόμενον.
ΛΟΓΟΣ 18. Ἐπιτάφιος εἰς τὸν πατέρα, παρόντος Βασιλείου.
ΛΟΓΟΣ 19. Εἰς τοὺς λόγους, καὶ εἰς τὸν ἐξισωτὴν Ἰουλιανόν.
ΛΟΓΟΣ 20. Περὶ δόγματος καὶ καταστάσεως ἐπισκόπων.
ΛΟΓΟΣ 21. Εἰς τὸν μέγαν Ἀθανάσιον ἐπίσκοπον Ἀλεξανδρείας.
ΛΟΓΟΣ 22. Εἰρηνικὸς εἰς τὴν σύμβασιν, ἣν μετὰ τὴν σύστασιν ἐποιησάμεθα οἱ ὁμόδοξοι.
ΛΟΓΟΣ 23. Εἰρηνικὸς, λεχθεὶς ἐν Κωνσταντίνου πόλει, ἐπὶ τῇ γενομένῃ τῷ λαῷ φιλονεικίᾳ, περὶ ἐπισκόπων τινῶν διενεχθέντων πρὸς ἀλλήλους.
ΛΟΓΟΣ 24. Εἰς τὸν ἅγιον ἱερομάρτυρα Κυπριανὸν, ἐξ ἀγροῦ μετὰ μίαν τῆς μνείας ἡμέραν ἐπανήκοντος.
ΛΟΓΟΣ 25. Εἰς Ἡρῶνα τὸν φιλόσοφον.
ΛΟΓΟΣ 26. Εἰς ἐαυτὸν, ἐξ ἀγροῦ ἐπανήκοντα μετὰ τὰ κατὰ Μάξιμον.
ΛΟΓΟΣ 27 ΘΕΟΛΟΓΙΚΟΣ ΠΡΩΤΟΣ ΠΡΟΣ ΕΥΝΟΜΙΑΝΟΥΣ ΠΡΟΔΙΑΛΕΞΙΣ
ΛΟΓΟΣ 28 ΘΕΟΛΟΓΙΚΟΣ ΔΕΥΤΕΡΟΣ ΠΕΡΙ ΘΕΟΛΟΓΙΑΣ
ΛΟΓΟΣ 29 ΘΕΟΛΟΓΙΚΟΣ ΤΡΙΤΟΣ ΠΕΡΙ ΥΙΟΥ
ΛΟΓΟΣ 30 ΘΕΟΛΟΓΙΚΟΣ ΤΕΤΑΡΤΟΣ ΠΕΡΙ ΥΙΟΥ
ΛΟΓΟΣ 31 ΘΕΟΛΟΓΙΚΟΣ ΠΕΜΠΤΟΣ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ
ΛΟΓΟΣ 32. Περὶ τῆς ἐν διαλέξεσιν εὐταξίας, καὶ ὅτι οὐ παντὸς ἀνθρώπου, οὔτε παντὸς καιροῦ τὸ περὶ Θεοῦ διαλέγεσθαι.
ΛΟΓΟΣ 33. Πρὸς Ἀρειανοὺς, καὶ εἰς ἑαυτόν.
ΛΟΓΟΣ 34. Εἰς τοὺς Αἰγύπτου ἐπιδημήσαντας.
ΛΟΓΟΣ 35. Εἰς τοὺς μάρτυρας, καὶ κατὰ Ἀρειανῶν.
ΛΟΓΟΣ 36. Εἰς ἑαυτὸν, καὶ πρὸς τοὺς λέγοντας ἐπιθυμεῖν αὐτὸν τῆς καθέδρας Κωνσταντινουπόλεως, καὶ εἰς τὴν τοῦ λαοῦ προθυμίαν, ἣν ἐπεδείξαντο εἰς αὐτόν.
ΛΟΓΟΣ 37. Εἰς τὸ ῥητὸν τοῦ Εὐαγγελίου· Ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, καὶ τὰ ἑξῆς.
ΛΟΓΟΣ 38. Εἰς τὰ Θεοφάνια, εἴτουν Γενέθλια τοῦ Σωτῆρος.
ΛΟΓΟΣ 39. Εἰς τὰ ἅγια Φῶτα.
ΛΟΓΟΣ 40. Εἰς τὸ ἅγιον βάπτισμα.
ΛΟΓΟΣ 41. Τοῦ αὐτοῦ εἰς τὴν Πεντηκοστήν.
ΛΟΓΟΣ 42. Συντακτήριος, εἰς τὴν τῶν ρν ἐπισκόπων παρουσίαν.
ΛΟΓΟΣ 43. ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΒΑΣΙΛΕΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΕΠΙΤΑΦΙΟΣ
ΛΟΓΟΣ 44. Εἰς τὴν καινὴν Κυριακήν.
ΛΟΓΟΣ 45. Εἰς τὸ ἅγιον Πάσχα.

 

ΛΟΓΟΣ 1.

Εἰς τὸ ἅγιον Πάσχα καὶ εἰς τὴν βραδυτῆτα.

1. Ἀναστάσεως ἡμέρα, καὶ ἡ ἀρχὴ δεξιὰ, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα· εἴπωμεν, ἀδελφοὶ, καὶ τοῖς μισοῦσιν ἡμᾶς, μὴ ὅτι τοῖς δι᾿ ἀγάπην τι πεποιηκόσιν, ἢ πεπονθόσι· συγχωρήσωμεν πάντα τῇ ἀναστάσει· δῶμεν συγγνώμην ἀλλήλοις, ἐγώ τε ὁ τυραννηθεὶς τὴν καλὴν τυραννίδα, τοῦτο γὰρ νῦν προστίθημι, καὶ ὑμεῖς οἱ καλῶς τυραννήσαντες, εἴ τί μοι μέμφοισθε τῆς βραδυτῆτος, ὡς τάχα γε κρείττων αὕτη καὶ τιμιωτέρα Θεῷ τῆς ἑτέρων ταχυτῆτος· ἀγαθὸν γὰρ καὶ ὑποχωρῆσαι Θεῷ τι μικρὸν, ὡς Μωϋσῆς ἐκεῖνος τὸ παλαιὸν, καὶ Ἱερεμίας ὕστερον, καὶ προσδραμεῖν ἑτοίμως καλοῦντι, ὡς Ἀαρών τε καὶ Ἡσαΐας, μόνον εὐσεβῶς ἀμφότερα, τὸ μὲν διὰ τὴν οἰκείαν ἀσθένειαν, τὸ δὲ διὰ τὴν τοῦ καλοῦντος δύναμιν.

2. Μυστήριον ἔχρισέ με, μυστηρίῳ μικρὸν ὑπεχώρησα, ὅσον ἐμαυτὸν ἐπισκέψασθαι· μυστηρίῳ καὶ συνεισέρχομαι, καλὴν ἐπαγόμενος τῆς ἐμῆς δειλίας καὶ ἀσθενείας ἐπίκουρον τὴν ἡμέραν, ἵν᾿ ὁ σήμερον ἐκ νεκρῶν ἀναστὰς κἀμὲ καινοποιήσῃ τῷ πνεύματι, καὶ τὸν καινὸν ἐνδύσας ἄνθρωπον, δῷ τῇ καινῇ κτίσει, τοῖς κατὰ Θεὸν γεννωμένοις, πλάστην ἀγαθὸν καὶ διδάσκαλον Χριστῷ καὶ συννεκρούμενον προθύμως καὶ συνανιστάμενον.

3. Χθὲς ὁ ἀμνὸς ἐσφάζετο, καὶ ἐχρίοντο αἱ φλιαὶ, καὶ ἐθρήνησεν Αἴγυπτος τὰ πρωτότοκα, καὶ ἡμᾶς παρῆλθεν ὁ ὀλοθρεύων, καὶ ἡ σφραγὶς φοβερὰ καὶ αἰδέσιμος, καὶ τῷ τιμίῳ αἵματι ἐτειχίσθημεν· σήμερον καθαρῶς ἐφύγομεν Αἴγυπτον, καὶ Φαραὼ τὸν πικρὸν δεσπότην, καὶ τοὺς βαρεῖς ἐπιστάτας, καὶ τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἠλευθερώθημεν· καὶ οὐδεὶς ὁ κωλύσων ἡμᾶς ἑορτάζειν Κυρίῳ τῷ Θεῷ ἡμῶν ἑορτὴν τὴν ἐξόδιον, καὶ ἑορτάζειν, οὐκ ἐν ζύμῃ παλαιᾷ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, μηδὲν ἐπιφερομένους Αἰγυπτιακοῦ καὶ ἀθέου φυράματος.

4. Χθὲς συνεσταυρούμην Χριστῷ, σήμερον συνδοξάζομαι· χθὲς συνενεκρούμην, συζωοποιοῦμαι σήμερον· χθὲς συνεθαπτόμην, σήμερον συνεγείρομαι. Ἀλλὰ καρποφορήσωμεν τῷ ὑπὲρ ἡμῶν παθόντι καὶ ἀναστάντι. Χρυσόν με ἴσως οἴεσθε λέγειν, ἢ ἄργυρον, ἢ ὑφάσματα, ἢ λίθους τῶν διαφανῶν καὶ τιμίων, γῆς ῥέουσαν ὕλην, καὶ κάτω μένουσαν, ἧς ἀεὶ τὸ πλεῖον ἔχουσιν οἱ κακοὶ καὶ δοῦλοι τῶν κάτω καὶ τοῦ κοσμοκράτορος. Καρποφορήσωμεν ἡμᾶς αὐτοὺς, τὸ τιμιώτατον Θεῷ κτῆμα καὶ οἰκειότατον· ἀποδῶμεν τῇ εἰκόνι τὸ κατ᾿ εἰκόνα, γνωρίσωμεν ἡμῶν τὸ ἀξίωμα, τιμήσωμεν τὸ ἀρχέτυπον, γνῶμεν τοῦ μυστηρίου τὴν δύναμιν, καὶ ὑπὲρ τίνος Χριστὸς ἀπέθανε.

5. Γενώμεθα ὡς Χριστὸς, ἐπεὶ καὶ Χριστὸς ὡς ἡμεῖς· γενώμεθα θεοὶ δι᾿ αὐτὸν, ἐπειδὴ κἀκεῖνος δι᾿ ἡμᾶς ἄνθρωπος. Προσέλαβε τὸ χεῖρον, ἵνα δῷ τὸ βέλτιον· ἐπτώχευσεν, ἵν᾿ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· δούλου μορφὴν ἔλαβεν, ἵνα τὴν ἐλευθερίαν ἡμεῖς ἀπολάβωμεν· κατῆλθεν, ἵν᾿ ὑψωθῶμεν· ἐπειράσθη, ἵνα νικήσωμεν· ἠτιμάσθη, ἵνα δοξάσῃ· ἀπέθανεν, ἵνα σώσῃ· ἀνῆλθεν, ἵν᾿ ἑλκύσῃ πρὸς ἑαυτὸν κάτω κειμένους ἐν τῷ τῆς ἁμαρτίας πτώματι. Πάντα διδότω τις, πάντα καρποφορείτω τῷ δόντι ἑαυτὸν λυτρὸν ὑπὲρ ἡμῶν καὶ ἀντάλλαγμα· δώσει δὲ οὐδὲν τοιοῦτον οἷον ἑαυτὸν τοῦ μυστηρίου συνιέντα, καὶ δι᾿ ἐκεῖνον πάντα ὅσα ἐκεῖνος δι᾿ ἡμᾶς γενόμενον.

6. Καρποφορεῖ μὲν ὑμῖν, ὡς ὁρᾶτε, ποιμένα· τοῦτο γὰρ ἐλπίζει καὶ εὔχεται, καὶ παρ᾿ ὑμῶν αἰτεῖ τῶν ὑπὸ χεῖρα ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· καὶ διπλοῦν ἀνθ᾿ ἁπλοῦ δίδωσιν ὑμῖν ἑαυτόν· καὶ ποιεῖται τὴν βακτηρίαν τοῦ γήρως βακτηρίαν τοῦ πνεύματος· καὶ προστίθησι τῷ ἀψύχῳ ναῷ τὸν ἔμψυχον, τῷ περικαλλεῖ, τῷ δὲ καὶ οὐρανίῳ, τὸν ὁποιονοῦν καὶ ἡλίκον, ἀλλ᾿ οὖν τὸν ἑαυτῷ τιμιώτατον, καὶ αὐτὸν ἱδρῶσι πολλοῖς συντελεσθέντα, καὶ πόνοις, εἴη δὲ εἰπεῖν, ὅτι καὶ τῶν πόνων ἄξιον· καὶ πάντα προστίθησιν ὑμῖν τὰ ἑαυτοῦ. Ὢ τῆς μεγαλοψυχίας, ἢ, τό γε ἀληθέστερον εἰπεῖν, τῆς φιλοτεκνίας· τὴν πολιὰν, τὴν νεότητα, τὸν ναὸν, τὸν ἀρχιερέα, τὸν κληροδότην, τὸν κληρονόμον, τοὺς λόγους, οὓς ἐποθεῖτε· καὶ τούτων οὐ τοὺς εἰκῆ, καὶ εἰς ἀέρα ῥέοντας, καὶ μέχρι τῆς ἀκοῆς ἱσταμένους, ἀλλ᾿ οὓς γράφει τὸ πνεῦμα, καὶ πλαξὶν ἐντυποῖ λιθίναις, εἴτουν σαρκίναις, οὐκ ἐξ ἐπιπολῆς χαρασσομένους, οὐδὲ ῥᾳδίως ἀπαλειφομένους, ἀλλ᾿ εἰς βάθος ἐνσημαινομένους, οὐ μέλανι, ἀλλὰ χάριτι.

7. Ταῦτα μὲν οὖν ὑμῖν ὁ σεμνὸς Ἀβραὰμ οὗτος, ὁ πατριάρχης, ἡ τιμία κεφαλὴ καὶ αἰδέσιμος, τὸ πάντων τῶν καλῶν καταγώγιον, ὁ τῆς ἀρετῆς κανὼν, ἡ τῆς ἱερωσύνης τελείωσις, ὁ τὴν ἑκούσιον θυσίαν προσάγων τῷ Κυρίῳ σήμερον, τὸν μονογενῆ, τὸν ἐκ τῆς ἐπαγγελίας. Ὑμεῖς δὲ καρποφορεῖτε καὶ Θεῷ καὶ ἡμῖν τὸ καλῶς ποιμαίνεσθαι, εἰς τόπον χλόης κατασκηνούμενοι, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφόμενοι, γινώσκοντες καλῶς τὸν ποιμένα, καὶ γινωσκόμενοι, καὶ ἑπόμενοι καλοῦντι ποιμενικῶς καὶ ἐλευθερίως διὰ τῆς θύρας· ἀλλοτρίῳ δὲ μὴ ἀκολουθοῦντες ὑπερβαίνοντι διὰ τῆς αὐλῆς, λῃστρικῶς τε καὶ ἐπιβούλως, μηδὲ ξένης φωνῆς ἀκούοντες, ὑποκλεπτούσης καὶ διασπειρούσης ἀπὸ τῆς ἀληθείας εἰς ὄρη, καὶ ἐρημίας, καὶ βάραθρα, καὶ τόπους, οὓς οὐκ ἐπισκοπεῖ Κύριος, καὶ ἀπὸ μὲν τῆς ὑγιοῦς πίστεως ἀπαγούσης, τῆς εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τὴν μίαν θεότητά τε καὶ δύναμιν, ἧς ἤκουσεν ἀεὶ φωνῆς, καὶ ἀκούοι τὰ ἐμὰ πρόβατα, λόγοις δὲ κιβδήλοις καὶ κατεφθαρμένοις συλαγωγούσης καὶ διασπώσης ἀπὸ τοῦ ἀληθινοῦ καὶ πρώτου ποιμένος· ὧν εἴη πάντας ἡμᾶς, καὶ ποιμένας καὶ ποίμνιον, ὡς νοσερᾶς πόας καὶ θανασίμου πόῤῥω, καὶ νεμομένους καὶ νέμοντας, ἑν εἶναι πάντας ἐν Χριστῷ Ἰησοῦ νῦν τε καὶ εἰς τὴν ἐκεῖθεν ἀνάπαυσιν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

 

ΛΟΓΟΣ 2.

Πρὸς τοὺς καλέσαντας, καὶ μὴ ἀπαντήσαντας.

1. Πῶς βραδεῖς ἐπὶ τὸν ἡμέτερον λόγον, ὦ φίλοι καὶ ἀδελφοὶ, καίτοι γε ταχεῖς εἰς τὸ τυραννῆσαι, καὶ τῆς ἡμετέρας ἀκροπόλεως ἀποσπᾶσαι τῆς ἐρημίας, ἣν ἐγὼ πάντων μάλιστα ἠσπασάμην, καὶ ὡς συνεργὸν καὶ μητέρα τῆς θείας ἀναβάσεως, καὶ θεοποιὸν, διαφερόντως ἠγάσθην τε καὶ παντὸς τοῦ βίου προεστησάμην; Πῶς ὃ λαβεῖν ἐποθεῖτε περιφρονεῖτε λαβόντες, καὶ βελτίους ἐφάνητε ποθεῖν ἀπόντας, ἢ ἀπολαύειν παρόντων, ὥσπερ κρατῆσαι μᾶλλον τῆς ἡμετέρας φιλοσοφίας ἢ ὄνασθαι ταύτης θελήσαντες; Ἢ καλόν μοι καὶ τοῦτο εἰπεῖν· ἐγενήθημεν ὑμῖν εἰς πλησμονὴν, πρὶν γευσθῆναι, καὶ πεῖραν δοῦναι· τὸ παραδοξότατον.

2. Καὶ οὐδὲ ὡς ξένους ἡμᾶς συνηγάγητε, ἢ συνήχθητε μεθ᾿ ἡμῶν, ἵν᾿ εἴπω τι συμπαθέστερον, ταύτην, εἰ μή τι ἄλλο, τὴν ἐντολὴν αἰδεσθέντες· οὐδὲ ὡς ἀρχομένους ἐχειραγωγήσατε, οὐδὲ ὡς δειλοὺς ἐθαρσύνατε, οὐδὲ ὡς βιασθέντας παρεκαλέσατε· ἀλλ᾿ ἀνέορτον ἡμῖν, ὀκνῶ μὲν εἰπεῖν, εἰρήσθω δὲ ὅμως, πεποιήκατε τὴν ἑορτὴν, καὶ προοιμίοις οὐκ ἀγαθοῖς ἡμᾶς ἐδεξιώσασθε· καὶ τῇ πανηγύρει κατήφειαν κατεμίξατε, τὸ μέγιστον εἰς ἡδονὴν οὐκ ἐχούσῃ τοὺς ἐμοὺς νικητὰς ὑμᾶς, οὐ γὰρ ἐραστὰς εἰπεῖν ἀληθές. Οὕτως εὐκαταφρόνητον ἅπαν τὸ ῥᾳδίως νικώμενον· καὶ θεραπεύεται μὲν τὸ ὑψηλὸν, ἀτιμάζεται δὲ τὸ Θεῷ ταπεινούμενον.

3. Τί βούλεσθε; Κριθῶ πρὸς ὑμᾶς, ἢ κριτὴς γένωμαι; ἐνέγκω ψῆφον, ἢ δέξωμαι; Καὶ γὰρ νικήσειν ἐλπίζω, κρινόμενος, καὶ καταψηφιεῖσθαι δικαίως ἀποφαινόμενος. Τὸ δὲ ἔγκλημα, ὅτι μὴ τοῖς ἴσοις μέτροις ἀμείβεσθε τῆς ἀγάπης ἡμᾶς, μηδὲ τῆς εὐπειθείας τὴν τιμὴν ἀντιδίδοτε, μηδὲ τὸ μέλλον ἐγγυᾶσθε τῇ νῦν προθυμίᾳ, μόγις καὶ μετὰ ταύτης πιστευθῆναι δυνάμενον· ἐπειδὴ θερμότερος ἅπας ἀρχόμενος. Ἄλλος δὲ ἄλλο τι προτιμότερον τίθεσθε καὶ τοῦ παλαιοῦ καὶ τοῦ νέου ποιμένος, μήτε τὴν πολιὰν αἰδούμενοι, μήτε τὴν νεότητα προσκαλούμενοι.

4. Δεῖπνόν ἐστιν ἐν τοῖς Εὐαγγελίοις λαμπρὸν, καὶ δεξιὸς ἑστιάτωρ, καὶ φίλοι, καὶ τὸ συμπόσιον ἥδιστον· υἱοῦ γὰρ γάμος. Καὶ ὁ μὲν συγκαλεῖ, οἱ δὲ οὐ συνέρχονται· ὁ δὲ ἀγανακτεῖ· καὶ παρίημι τὰ ἐν μέσῳ διὰ τὸ δύσφημον· ἀλλ᾿ ὃ μέτριον εἰπεῖν, δι᾿ ἄλλων πληροῖ τὸ συμπόσιον. Τοῦτο μὲν οὖν ἀπευχόμεθα· ὑμεῖς δὲ τοσοῦτον ἐκείνων γεγόνατέ μοι (πῶς εἴπω πράως;) ὑψηλότεροι ἢ θρασύτεροι, ὅσον οἱ μὲν κεκλημένοι τοῦ δείπνου κατεξανίστανται, καὶ κατὰ τοῦ κεκληκότος ὑβρίζουσιν· ὑμεῖς δὲ, οὐ τῶν ἔξωθεν ὄντες, οὐδὲ τῶν κεκλημένων ἐπὶ τοὺς γάμους, ἀλλ᾿ αὐτοὶ συγκαλέσαντες ἡμᾶς, καὶ τῇ ἱερᾷ ταύτῃ τραπέζῃ προσδήσαντες, καὶ τοῦ νυμφῶνος τὴν λαμπρότητα παραδείξαντες, ἔπειτα καταλιπόντες ἡμᾶς τοῦτο γὰρ ὑμῶν τὸ γενναιότατον· ὁ μὲν ἐπὶ τὸν ἴδιον ἀγρὸν, ὁ δὲ ἐπὶ τὸ ζεῦγος τῶν βοῶν τὸ νεώνητον, ὁ δὲ ἐπὶ τὴν γυναῖκα τὴν νεόνυμφον, ὁ δὲ ἄλλος ἐπ᾿ ἄλλο τι τῶν μικρῶν διεσπάρητε καὶ ἀπεπηδήσατε, μικρὰ τοῦ νυμφῶνος καὶ τοῦ νυμφίου φροντίσαντες.

5. Διὰ τοῦτο ἀθυμίας ἐνεπλήσθην καὶ ἀπορίας· οὐ γὰρ ὃ πέπονθα, σιωπήσομαι· καὶ μικροῦ μὲν ἀνέσχον τὸν λόγον, ὃν δωροφορῆσαι διενοούμην τῷ γάμῳ, τὸ κάλλιστον ὧν εἶχον καὶ τιμιώτατον· μικροῦ δὲ ὑμῖν ἐπαφῆκα τοῖς ποθουμένοις, ἐπειδή γε ἅπαξ ἐξεβιάσθην· ἅτε δὴ λαμπρᾶς οὕτω λαβόμενος ὑποθέσεως, καὶ τοῦ φίλτρου τὴν γλῶςσαν θήγοντος, ὃ δὴ θερμότατον εἰς κατηγορίαν καὶ εὐπορώτατον, ὅταν γένηται ζῆλος, λύπην ἐκ τῆς ὑπεροψίας προσλαβὼν ἀπροσδόκητον. Εἴ τις ὑμῶν οἴστρῳ πληγεὶς ὑπερώφθη, γνωρίζει τὸ πάθος, καὶ συγγνώσεται τοῦτο παθοῦσι, καὶ ταύτης ἐγγὺς γενομένοις τῆς ἀπονοίας.

6. Ἀλλ᾿ ἐμοὶ μὲν οὔτε νῦν θεμιτόν ἐστιν ὑμῶν τι καθάψασθαι, μήτ᾿ ἄλλοτε γένοιτο. Καὶ ταῦτα ἴσως ὑπὲρ τὸ μέτριον καθηψάμην, τῆς ἱερᾶς ποίμνης, τῶν ἐπαινετῶν Χριστοῦ θρεμμάτων, τῆς θείας κληρονομίας, δι᾿ ἣν πλούσιος σὺ, κἂν ᾖς πένης. Κἀκεῖνά σοι πρέπειν ἡγοῦμαι τὰ ῥήματα· Σχοινία ἐπέπεσέ σοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία σου κρατίστη σοί ἐστι· καὶ οὐ παρήσω ταῖς ἀριθμουμέναις τῶν πόλεων, οὐδὲ τῶν ποιμνίων τοῖς πλατυτάτοις ἔχειν τι πλέον ἡμῶν τῶν ὀλίγων τῆς ἐλαχίστης φυλῆς ἐν υἱοῖς Ἰσραὴλ, τῶν ὀλιγοστῶν ἐν χιλιάσιν Ἰούδα, τῆς μικρᾶς Βηθλεὲμ ἐν πόλεσιν, ἐν ᾗ Χριστὸς γεννᾶται, νῦν τε καὶ ἀπ᾿ ἀρχῆς καλῶς καὶ γινωσκόμενος καὶ σεβόμενος· παρ᾿ οἷς Πατὴρ ὑψοῦται, καὶ Υἱὸς ἰσάζεται, καὶ Πνεῦμα ἅγιον συνδοξάζεται· συμψύχοις, τὸ ἑν φρονοῦσι, μηδὲν τῆς Τριάδος ζημιουμένοις, ἢ ὑπερτιθεῖσιν, ἣ ἀποτέμνουσιν· ὡς οἱ κακοὶ διαιτηταὶ καὶ μετρηταὶ τῆς θεότητος, δι᾿ ὧν ἕν τι πλέον, ἢ καλῶς ἔχει, σεμνύνουσι, τὸ πᾶν ἐλαττοῦντες καὶ καθυβρίζοντες.

7. Ὑμεῖς δὲ, εἴ τι χαρίζεσθέ μοι, τὸ ἐμὸν γεώργιον, ἢ ἄμπελος ἡ ἐμὴ, τὰ ἐμὰ σπλάγχνα, μᾶλλον δὲ τοῦ κοινοῦ Πατρὸς ἡμῶν, οὓς οὗτος ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησεν, αἰδεῖσθε μὲν καὶ ἡμᾶς· δίκαιον γὰρ, οἳ πάντων ὑμᾶς προετιμήσαμεν· ὑμεῖς μάρτυρες, καὶ οἳ ταύτην ἡμῖν ἐγχειρίσαντες τὴν εἴτε ἡγεμονίαν, εἴτε διακονίαν· καὶ εἰ τῷ πλεῖον ἀγαπήσαντι πλέον ὀφείλεται, πῶς μετρήσω τὴν ἀγάπην, ἧς ὑποχρέους ὑμᾶς διὰ τῆς ἐμῆς ἔλαβον; αἰδεῖσθε δὲ πλέον ὑμᾶς αὐτοὺς, καὶ τὴν πιστευθεῖσαν εἰκόνα, καὶ τὸν πιστεύσαντα, καὶ τὰ Χριστοῦ πάθη, καὶ τὰς ἐκεῖθεν ἐλπίδας, πίστιν μὲν ἔχοντες ἣν παρειλήφατε, καὶ ᾗ συνετράφητε, μεθ᾿ ἧς καὶ σώζεσθε, καὶ σώζειν ἄλλους πιστεύεσθε· οὐ γὰρ πολλῶν, εὖ ἴστε, τὸ ὑμέτερον καύχημα. Τὸ δὲ εὐσεβὲς μὴ ἐν τῷ πολλάκις περὶ Θεοῦ λαλεῖν, ἀλλ᾿ ἐν τῷ τὰ πλείω σιγᾷν εἶναι τιθέμενοι· γλῶσσα γὰρ ὄλισθος ἀνθρώποις μὴ λόγῳ κυβερνωμένη· καὶ ἀκινδυνοτέραν ἀκοὴν ἀεὶ λόγου νομίζοντες, ὥστε τι μανθάνειν ἥδιον, ἢ διδάσκειν περὶ Θεοῦ· τὴν μὲν ἀκριβεστέραν τούτων ἐξέτασιν τοῖς οἰκονόμοις τοῦ λόγου παραχωροῦντες· αὐτοὶ δὲ λόγῳ μὲν εὐσεβοῦντες ὀλίγα, ἔργῳ δὲ πλείονα, καὶ τῇ τηρήσει τῶν νόμων μᾶλλον ἢ τῷ θαυμάζειν τὸν νομοθέτην τὸ περὶ αὐτὸν φίλτρον ἐπιδεικνύμενοι, φεύγοντες κακίαν, διώκοντες ἀρετὴν, πνεύματι ζῶντες, πνεύματι στοιχοῦντες, τούτῳ τὴν γνῶσιν ἕλκοντες, ἐποικοδομοῦντες τῷ θεμελίῳ τῆς πίστεως, μὴ ξύλον, μηδὲ χόρτον, μηδὲ καλάμην, ὕλην ἀσθενῆ καὶ ῥᾳδίως δαπανωμένην, ἡνίκα ἂν πυρὶ κρίνηται τὰ ἡμέτερα, ἢ καθαίρηται· ἀλλὰ χρυσὸν, ἄργυρον, λίθους τιμίους, τὰ μένοντα καὶ ἱστάμενα.

8. Ταῦτα πράσσοιτε, καὶ τούτοις ἡμᾶς δοξάζοιτε εἴτε παρόντες εἴτε ἀπόντες, εἴτε μεταποιούμενοι τῶν ἡμετέρων λόγων, εἴτε ἄλλο τι προτιμότερον ἄγοντες· καὶ γίνοισθε τέκνα Θεοῦ καθαρὰ καὶ ἀμώμητα, ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης· καὶ μὴ περιπλέκοιτο ὑμῖν τὰ τῶν κύκλῳ περιπατούντων ἀσεβῶν σχοινία, μηδὲ σειραῖς τῶν οἰκείων ἁμαρτιῶν περισφίγγοισθε, μηδὲ ταῖς βιωτικαῖς μερίμναις συμπνίγοιτο ὑμῖν ὁ λόγος, καὶ ἄκαρποι γίνοισθε· ἀλλ᾿ ὁδῷ πορεύοισθε βασιλικῇ, μὴ ἐκκλίνοντες εἰς δεξιὰ, μηδὲ εἰς ἀριστερὰ, καὶ διὰ τῆς στενῆς ὡς πλατείας ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενοι· καὶ τὸ ἡμέτερον εὖ ἕξει νῦν τε καὶ εἰς τὴν ἐκεῖθεν ἐξέτασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

 

ΛΟΓΟΣ 3.

Τοῦ αὐτοῦ ἀπολογητικὸς τῆς εἰς τὸν Πόντον φυγῆς ἕνεκεν, καὶ αὖθις ἐπανόδου ἐκεῖθεν, μετὰ τὴν τοῦ πρεσβυτέρου χειροτονίαν, ἐν ᾧ τί τὸ τῆς ἱερωσύνης ἐπάγγελμα.

1.· Ἥττημαι, καὶ τὴν ἧτταν ὁμολογῶ· ὑπετάγην τῷ Κυρίῳ, καὶ ἱκέτευσα αὐτόν· ὁ γάρ μοι μακαριώτατος Δαβὶδ ἀρχέτω τοῦ λόγου· μᾶλλον δὲ ὁ ἐν τῷ Δαβὶδ φθεγξάμενος, καὶ εἰσέτι καὶ νῦν δι᾿ αὐτοῦ φθεγγόμενος. Ἐπειδὴ καὶ τάξις ἀρίστη παντὸς ἀρχομένῳ καὶ λόγου καὶ πράγματος, ἐκ Θεοῦ τε ἄρχεσθαι, καὶ εἰς Θεὸν ἀναπαύεσθαι. Τὸ δὲ αἴτιον ἢ τῆς πρωτοῦ στάσεως καὶ ὀλιγοψυχίας, δι᾿ ἣν ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἀφ᾿ ὑμῶν χρόνον οὐ μικρὸν ἴσως τοῖς γε ποθοῦσιν, ἢ τῆς νῦν ἡμερότητος καὶ μεταβολῆς, δι᾿ ἣν αὖθις ἐμαυτὸν ἔδωκα φέρων ὑμῖν, ἄλλος μὲν ἄλλο τι οἰέσθω τε καὶ λεγέτω τῶν ἢ μισούντων ἢ ἀγαπώντων ἡμᾶς· ὁ μὲν οὐκ ἀφιεὶς αἰτίας, ὁ δὲ καὶ προσαποδεχόμενος· οὐδὲν γὰρ οὕτως ἡδὺ τοῖς ἀνθρώποις ὡς τὸ λαλεῖν τὰ ἀλλότρια, καὶ μάλιστα ἐὰν τύχωσιν ὑπ᾿ εὐνοίας τινὸς ἢ μίσους ἑλκόμενοι, ὑφ᾿ ὧν καὶ φιλεῖ κλέπτεσθαι ὡς τὰ πολλὰ ἡ ἀλήθεια. Ἐγὼ δὲ τἀληθὲς εἰς μέσον θήσω, μηδὲν αἰσχυνθεὶς, καὶ διαιτήσω δικαίως ἀμφοτέροις τοῖς μέρεσιν, ὅσοι τε κατηγοροῦσιν ἡμῶν, καὶ ὅσοι ὑπεραπολογοῦνται προθύμως· τὸ μέν τι κατηγορήσας ἐμαυτοῦ, τὸ δὲ ὑπεραπολογησάμενος.

2. Καὶ ἵνα γε καθ᾿ ὁδὸν ὁ λόγος ἡμῖν προΐῃ, περὶ τῆς δειλίας προτέρας οὔσης καὶ διαλέξομαι· οὐδὲ γὰρ ἀνέχομαι πλήττεσθαί τινας ἐν ἐμοὶ τῶν πάντα τηρούντων ἐπιμελῶς τὰ ἡμέτερα, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα· ἐπειδή τι τὸ καθ᾿ ἡμᾶς εἶναι Χριστιανοῖς εὐδόκησεν ὁ Θεὸς, καὶ τοὺς ἤδη πεπληγότας, εἴπερ τινὲς εἰσὶ, διὰ τῆς ἀπολογίας ἰάσομαι· καλὸν γὰρ μήτε ἁμαρτάνοντα, μήτε ὑπονοούμενον, ἕως ἂν οἷόν τε ᾖ, καὶ ὁ λόγος αἱρῇ, τιθέναι πρόσκομμα τοῖς πολλοῖς ἢ σκάνδαλον· εἴπερ καὶ τοῖς ἕνα τῶν μικρῶν σκανδαλίσασιν ἴσμεν ὅπως ἀπαραίτητος καὶ βαρυτάτη παρὰ τοῦ ἀψευδοῦς ἡ τιμωρία.

3. Ἐγὼ γὰρ ἔπαθον τοῦτο, ὦ ἄνδρες, οὔτε ὡς ἀπαίδευτος καὶ ἀσύνετος, ἀλλὰ μᾶλλον, ἵνα καὶ μικρόν τι καυχήσωμαι, οὔτε ὡς ὑπερόπτης τῶν θείων νόμων καὶ διατάξεων. Ὅτι καθάπερ ἐν σώματι τὸ μέν τι ἄρχον ἐστὶ καὶ οἷον προκαθεζόμενον, τὸ δὲ ἀρχόμενον καὶ ἀγόμενον· οὕτω κἀν ταῖς Ἐκκλησίαις διέταξεν ὁ Θεὸς ἰσότητος νόμῳ τῆς ἐχούσης τὸ κατ᾿ ἀξίαν, ἢ καὶ προνοίας, ᾗ τὰ πάντα συνέδησε, τοὺς μὲν ποιμαίνεσθαί τε καὶ ἄρχεσθαι, ὅσοις τοῦτο λυσιτελέστερον, καὶ λόγῳ καὶ ἔργῳ πρὸς τὸ δέον ἰθυνομένους· τοὺς δὲ εἶναι ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῆς Ἐκκλησίας, ὅσοι τῶν πολλῶν εἰσιν ἀνωτέρω κατ᾿ ἀρετὴν καὶ τὴν πρὸς τὸν Θεὸν οἰκείωσιν, λόγον ψυχῆς πρὸς σῶμα, ἢ νοῦ πρὸς ψυχὴν ἐπέχοντας· ἵν᾿ ἀμφότερα συντεθέντα ἀλλήλοις καὶ συγκραθέντα, τό τε ὑστεροῦν καὶ τὸ πλεονάζον, ὥσπερ ἐν μέλεσι, καὶ τῇ ἁρμονίᾳ τοῦ πνεύματος συμβιβασθέντα καὶ συνδεθέντα ἑν ἄρτιον ἀποδειχθῇ σῶμα, καὶ αὐτοῦ Χριστοῦ τῆς κεφαλῆς ἡμῶν ὄντως ἄξιον.

4. Οὔτε οὖν τοῖς ἄλλοις ἀναρχίαν καὶ ἀταξίαν λυσιτελεστέραν οἶδα τάξεως καὶ ἀρχῆς, οὔτε ἀνθρώποις· ἀλλὰ τούτοις καὶ πάντων οὐχ ἥκιστα, ὅσῳ καὶ περὶ μειζόνων αὐτοῖς ὁ κίνδυνος· οἷς μέγα, κἂν εἰ τὸ πρῶτον τοῦ λόγου μὴ σώζοιεν, τὸ μηδὲν ἁμαρτάνειν, ἀλλὰ τό γε δεύτερον ἐκείνου, τὸ ἁμαρτάνοντας ἐπανάγεσθαι. Ἐπειδὴ τοῦτο καλὸν ἐφάνη καὶ δίκαιον, ἴσον ἐμοὶ κακὸν καὶ ὁμοίως ἄτακτον, πάντας τε ἄρχειν ἐθέλειν, καὶ μηδένα δέχεσθαι· ὡς, εἴ γε πάντες φεύγοιεν ταύτην τὴν εἴτε λειτουργίαν χρὴ λέγειν, εἴτε ἡγεμονίαν, χωλεύοι ἂν τῷ μεγίστῳ μέρει, καὶ οὐδ᾿ ἂν καλὸν ἔτι μένοι τὸ καλὸν τῆς Ἐκκλησίας πλήρωμα. Ποῦ δ᾿ ἂν ἔτι καὶ παρὰ τίνων θρησκεύοιτο ἡμῖν ὁ Θεὸς τὰ μυστικὰ καὶ ἄνω φέροντα, ὃ δὴ μέγιστόν ἐστι τῶν ἡμετέρων καὶ τιμιώτατον, οὐκ ὄντος βασιλέως, οὐδὲ ὄντος ἄρχοντος, οὐδὲ ἱερατείας, οὐδὲ θυσίας, οὐδ᾿ ὅσα ὡς μέγιστα ἐπὶ μεγάλοις τοῖς πταίσμασιν, οἱ πάλαι ἀπειθεῖς κατεκρίθησαν;

5. Ἀλλ᾿ οὐδὲ ξένον τι καὶ ἀπὸ τρόπου τοῖς πολλοῖς τὰ θεῖα φιλοσοφοῦσιν ἐπὶ τὸ ἄρχειν ἀναβαίνειν ἀπὸ τοῦ ἄρχεσθαι, οὐδὲ ἔξω τῶν νενομισμένων τῆς φιλοσοφίας ὅρων, καὶ φέρον εἰς ὄνειδος· ὥςπερ οὐδὲ ναύτῃ τῶν εὐδοκίμων τὸ πρωρατεῦσαι, καὶ πρωρεῖ καλῶς τοὺς ἀνέμους τηρήσαντι τὸ πιστευθῆναι τοὺς οἴακας· εἰ δὲ βούλει, στρατιώτῃ γενναίῳ τὸ ταξιαρχῆσαι, καὶ ταξιάρχῃ καλῷ τὸ στρατηγῆσαί τε καὶ πολέμου παντὸς ἡγεμονίαν ἐγχειρισθῆναι. Οὐ μὴν οὐδ᾿, ὅπερ ἂν ὑπολάβοι τις ἴσως τῶν πάντα ἀτόπων καὶ μοχθηρῶν, οἳ κρίνουσι τὰ τῶν ἄλλων τοῖς οἰκείοις πάθεσιν, ᾐσχύνθην τοῦ βαθμοῦ τὴν τάξιν ἐπιθυμίᾳ τῆς μείζονος· οὐχ οὕτως ἐγὼ ἢ τοῦ θείου μεγέθους, ἢ τῆς ἀνθρωπίνης ταπεινώσεως ἄπειρος, ὡς μὴ μέγα νομίζειν πάσῃ γενητῇ φύσει, καὶ ὁπωςοῦν πλησιάζειν Θεῷ τῷ μόνῳ φανοτάτῳ καὶ λαμπροτάτῳ, καὶ ὑπερέχοντι πάσης ὑλικῆς τε καὶ ἀΰλου φύσεως καθαρότητι.

6. Τί οὖν ἐστιν ὃ πέπονθα; καὶ τίς ὁ λόγος τῆς ἐμῆς ἀπειθείας; Οὐδὲ γὰρ ἔδοξα τοῖς πολλοῖς ἐν ἐμαυτῷ τότε μένειν, οὐδ᾿ εἶναι ὥσπερ ἐγινωσκόμην, ἀλλ᾿ ἕτερος ἐξ ἑτέρου τις γεγονέναι, καὶ πλέον ἢ καλῶς εἶχεν ἀντιτείνειν καὶ αὐθαδιάζεσθαι. Τούτου δὴ τὰς αἰτίας ἀκούοιτ᾿ ἂν ἤδη πάλαι ποθοῦντες. Μάλιστα μὲν τῷ ἀδοκήτῳ πληγεὶς, ὥσπερ οἱ τοῖς αἰφνιδίοις τῶν ψόφων καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς· καὶ διὰ τοῦτο ἔλυσα τὴν αἰδῶ, πάντα τὸν χρόνον ταύτῃ συνειθισμένος. Ἔπειτά μέ τις ὑπεισῄει ἔρως τοῦ καλοῦ τῆς ἡσυχίας καὶ τῆς ἀναχωρήσεως· ἧς ἐραστὴς γενόμενος ἐξ ἀρχῆς, ὡς οὐκ οἶδ᾿ εἴ τις ἄλλος τῶν περὶ λόγους ἐσπουδακότων, καὶ ἣν ἐν τοῖς μεγίστοις καὶ χαλεπωτάτοις κινδύνοις καθυποσχόμενος τῷ Θεῷ, καί τι καὶ προσαψάμενος ταύτης, ὅσον ἐν προθύροις γενέσθαι, καὶ πλείονά μοι τὸν πόθον ἐξαφθῆναι διὰ τῆς πείρας, οὐκ ἤνεγκα τυραννούμενος καὶ εἰς μέσους τοὺς θορύβους ὠθούμενος, καὶ οἷον ἀπὸ ἱεροῦ τινος ἀσύλου τοῦ βίου τούτου πρὸς βίαν ἀποσπώμενος.

7. Οὐδὲν γὰρ ἐδόκει μοι τοιοῦτον οἷον μύσαντα τὰς αἰσθήσεις, ἔξω σαρκὸς καὶ κόσμου γενόμενον, εἰς ἑαυτὸν συστραφέντα, μηδενὸς τῶν ἀνθρωπίνων προςαπτόμενον, ὅτι μὴ πᾶσα ἀνάγκη, ἑαυτῷ προσλαλοῦντα καὶ τῷ Θεῷ, ζῇν ὑπὲρ τὰ ὁρώμενα, καὶ τὰς θείας ἐμφάσεις ἀεὶ καθαρὰς ἐν ἑαυτῷ φέρειν ἀμιγεῖς τῶν κάτω χαρακτήρων καὶ πλανωμένων, ὄντως ἔσοπτρον ἀκηλίδωτον Θεοῦ καὶ τῶν θείων καὶ ὂν καὶ ἀεὶ γινόμενον, φωτὶ προσλαμβάνοντα φῶς, καὶ ἀμαυροτέρῳ τρανότερον, ἤδη τὸ τοῦ μέλλοντος αἰῶνος ἀγαθὸν ταῖς ἐλπίσι καρπούμενον, καὶ συμπεριπολεῖν ἀγγέλοις, ἔτι ὑπὲρ γῆς ὄντα καταλιπόντα τὴν γῆν, καὶ ὑπὸ τοῦ πνεύματος ἄνω τιθέμενον. Εἴ τις ὑμῶν τούτῳ τῷ ἔρωτι κάτοχος, οἶδεν ὃ λέγω, καὶ τῷ τότε πάθει συγγνώσεται· τοὺς γὰρ πολλοὺς οὐδ᾿ ἂν πείσαιμι λέγων ἴσως, ὅσοις καὶ ἐν γέλωτι τὸ πρᾶγμα δοκεῖ, κακῶς διατεθεῖσιν εἴτε ὑπὸ τῆς ἰδίας αὐτῶν ἀνοίας, εἴτε ὑπὸ τῶν ἀναξίων τοῦ ἐπαγγέλματος· οἳ πράγματι καλῷ κακὸν περιτεθείκασιν ὄνομα, τῇ φιλοσοφίᾳ τὴν κενοδοξίαν, συνεργὸν λαβόντες τὸν φθόνον καὶ τὴν τῶν πολλῶν κακίαν πρὸς τὸ χεῖρον οὖσαν ἑτοιμοτέραν· ἵν᾿ ἕν γέ τι πάντως αὐτοῖς ἁμαρτάνηται, ἢ τὸ κακὸν ἐνεργούμενον, ἢ τὸ καλὸν ἀπιστούμενον.

8. Πρὸς δὲ τούτοις πρᾶγμα ἔπαθον, ἐκλαλήσω γὰρ πρὸς ὑμᾶς πᾶν τὸ ἀπόῤῥητον, οὐκ οἶδ᾿ εἴτε ἄγροικον εἴτε ἐλεύθερον, ἔπαθον δ᾿ οὖν· ᾐσχύνθην ὑπὲρ τῶν ἄλλων, ὅσοι, μηδὲν τῶν πολλῶν ὄντες βελτίους, μέγα μὲν οὖν, εἰ καὶ μὴ πολλῷ χείρους, ἀνίπτοις χερσὶν, ὃ δὴ λέγεται, καὶ ἀμυήτοις ψυχαῖς τοῖς ἁγιωτάτοις ἑαυτοὺς ἐπεισάγουσι· καὶ πρὶν ἄξιοι γενέσθαι προσιέναι τοῖς ἱεροῖς, μεταποιοῦνται τοῦ βήματος, θλίβονταί τε καὶ ὠθοῦνται περὶ τὴν ἁγίαν τράπεζαν, ὥσπερ οὐκ ἀρετῆς τύπον, ἀλλ᾿ ἀφορμὴν βίου τὴν τάξιν ταύτην εἶναι νομίζοντες, οὐδὲ λειτουργίαν ὑπεύθυνον, ἀλλ᾿ ἀρχὴν ἀνεξέταστον. Καὶ εἰσὶ σχεδόν τι πλείους κατ᾿ ἀριθμὸν ἢ ὁπόσων ἄρχουσι· δείλαιοι τῆς εὐσεβείας, καὶ ἄθλιοι τῆς λαμπρότητος· ὥστε ἔμοιγε δοκοῦσι, προιόντος τοῦ χρόνου καὶ τοῦ κακοῦ, μηδὲ ἔχειν λοιπὸν ὧν ἄρξουσι, πάντων διδασκόντων ἀντὶ τοῦ διδακτοὺς εἶναι Θεοῦ, ὥς φησιν ἡ ἐπαγγελία, καὶ πάντων προφητευόντων, ὥστε εἶναι καὶ Σαοὺλ ἐν προφήταις, κατὰ τὴν παλαιὰν ἱστορίαν καὶ παροιμίαν. Οὐδὲν γὰρ οὕτω πολὺ κατ᾿ οὐδένα καιρὸν οὔτ᾿ ἐστὶν, οὔτ᾿ ἐγένετο, ἄλλοτε ἄλλων ἀκμασάντων τε καὶ ληξάντων, ὡς νῦν Χριστιανοῖς τὰ τοιαῦτα καὶ ὀνείδη καὶ ἁμαρτήματα. Ὧν εἰ καὶ στῆσαι τὴν φορὰν κρεῖσσον ἢ καθ᾿ ἡμᾶς, ἀλλὰ τό γε μισεῖν καὶ αἰσχύνεσθαι μέρος εὐσεβείας οὐ τὸ σμικρότατον.

9. Ὃ δὲ τελευταῖον καὶ μεῖζον τῶν εἰρημένων, εἶμι γὰρ ἐπ᾿ αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου, καὶ οὐ ψεύσομαι· οὐδὲ γὰρ θέμις τοῖς περὶ τηλικούτων ποιουμένοις τὸν λόγον· οὐκ ᾤμην ἴσον εἶναι, οὐδὲ νῦν οἴομαι, ποίμνης ἄρχειν ἢ βουκολίου, καὶ ἀνθρώπων ἐπιστατεῖν ψυχαῖς. Ἐκεῖ μὲν γὰρ ἐξαρκεῖν, ὅτι παχύτατον καὶ πιότατον ἀποδεῖξαι τὸ βουκόλιον ἢ τὸ ποίμνιον· καὶ πρὸς τοῦτο ὁρῶν ὅ τε βουκόλος καὶ ὁ ποιμὴν τῶν τε χωρίων ἐπισκέψεται τὰ ἔνυδρα καὶ ἐπίνομα, εἰσελάσει τε καὶ ἐξελάσει ἀπό τε νομῶν καὶ ἐπὶ νομὰς, ἀναπαύσει τε καὶ ἀποκινήσει καὶ ἀνακαλέσει, ὀλίγα μὲν τῇ βακτηρίᾳ, τὰ πολλὰ δὲ τῇ σύριγγι. Ἄλλο δὲ οὐδὲν ἔργον εἶναι τῷ ποιμένι ἢ τῷ βουκόλῳ πλὴν ὅσον βραχέα προσπολεμῆσαι τοῖς λύκοις, καὶ ποῦ τι καὶ ἀῤῥωστοῦν ἐπισκέψασθαι· τὰ πολλὰ δὲ αὐτῷ μελήσει δρῦς, καὶ σκιὰ, καὶ δόνακες, καὶ ἐν καλῷ τῆς πόας κατακλιθῆναι, καὶ παρὰ ψυχρὸν ὕδωρ, καὶ ὑπὸ ταῖς αὔραις σχεδιάσαι στιβάδα, καὶ ποῦ τι καὶ ἐρωτικὸν ᾆσαι μετὰ τοῦ κισσυβίου, καὶ προσλαλῆσαι ταῖς βουσὶν ἢ τῇ ποίμνῃ· καὶ τούτων αὐτῶν θοινήσασθαι ἢ ἀποδόσθαι τὸ πιότατον. Ἀρετῆς δὲ οὐδείς πω ποιμνίων ἢ βουκολίων ἐφρόντισε. Τίς γὰρ καὶ ἀρετὴ τούτων; ἢ τίς τὸ ἐκείνοις καλὸν πρὸ τῆς ἰδίας ἡδονῆς ἐσκέψατο;

10. Ἀνθρώπῳ δὲ χαλεποῦ ὄντος τοῦ εἰδέναι ἄρχεσθαι, κινδυνεύει πολλῷ χαλεπώτερον εἶναι τὸ εἰδέναι ἄρχειν ἀνθρώπων, καὶ μάλιστα δὴ ἀρχὴν ταύτην τὴν ἡμετέραν, τὴν ἐν νόμῳ θείῳ, καὶ πρὸς Θεὸν ἄγουσαν, ἧς ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωμα, τοσοῦτος καὶ ὁ κίνδυνος τῷ γε νοῦν ἔχοντι. Ὅν γε πρῶτον μὲν δεήσει, καθάπερ ἄργυρον ἢ χρυσὸν, πανταχόθεν στρεφόμενον, καὶ ἐν παντοίοις καιροῖς καὶ πράγμασι, μηδαμοῦ κίβδηλον ἠχεῖν ἢ ὑπόχαλκον, μηδέ τι φέρειν ἐν ἑαυτῷ ὕλης τῆς χείρονος, καὶ θερμοτέρου πυρὸς ἀξίας· ἢ τοσούτῳ μεῖζον ἔσται κακὸν, ὅσῳ περ ἂν ἄρχῃ πλειόνων· εἴπερ καὶ μείζων τῆς περὶ ἕνα ἱσταμένης πονηρίας ἡ εἰς πολλοὺς ὁδεύουσα.

11. Οὐ γὰρ οὕτως οὔτε δευσοποιοῦ βαφῆς μεταλαμβάνει ῥᾳδίως ὕφασμα, οὔτε δυσωδίας ἢ τοῦ ἐναντίου τὸ πλησιάσαν, οὔτε νοσερά τις οὕτως εὐκόλως ἀναχεῖται εἰς τὸν ἀέρα, καὶ διὰ τοῦ ἀέρος ὁμιλεῖ τοῖς ζώοις ἀτμὶς, ὃ δὴ λοιμός ἐστί τε καὶ ὀνομάζεται, ὡς φιλεῖ τάχιστα τῆς τοῦ προεστῶτος κακίας ἀναπίμπλασθαι τὸ ὑπήκοον, καὶ πολλῷ γε ῥᾷον ἢ τοῦ ἐναντίου, τῆς ἀρετῆς. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα πλεονεκτεῖ τὴν καλοκαγαθίαν ἡ πονηρία, καὶ ὃ μάλιστα ἐγὼ δυσχεραίνω κατανοῶν, ὅτι εὐζήλωτον μέν τι καὶ πρόχειρον πρᾶγμα ἡ μοχθηρία, καὶ οὐδὲν οὕτω ῥᾴδιον, ὡς τὸ γενέσθαι κακὸν, κἂν εἰ μὴ τύχοι πρὸς ταύτην ἡμᾶς ἄγων μηδείς· σπάνιον δὲ ἡ τοῦ ἀγαθοῦ κτῆσις καὶ πρόσαντες, κἂν εἰ πολὺ τὸ μεθέλκον εἴη καὶ προκαλούμενον. Καὶ τοῦτό ἐστιν ὅ μοι δοκεῖ καὶ ὁ μακαριώτατος Ἀγγαῖος κατανοήσας ἐπὶ τὴν θαυμασίαν ἑκείνην ἐλθεῖν καὶ ἀληθεστάτην εἰκόνα· Ἐρωτήσατε, ἱερεῖς, νόμον, λέγων· Εἰ κρέας ἅγιον ἐν ἱματίῳ βρωτοῦ τινος, ἢ ποτοῦ, ἢ σκεύους ἀψάμενον εὐθὺς ἁγιάσει τὸ πλησιάσαν· τῶν δὲ ἀποφησάντων· Ἐρωτήσατε πάλιν εἰ καὶ ἀκαθαρσίᾳ τούτων τι προσομιλῆσαν, μὴ παραχρῆμα μετέλαβε τοῦ μιάσματος; ὡς ἐρούντων γε μεταλαμβάνειν, καὶ μὴ καθαρὸν μένειν τῇ κοινωνίᾳ.

12. Τί τοῦτο λέγων· ὅπερ ὁ ἐμὸς λόγος· ὅτι δύσληπτον μὲν τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ φύσει, ὥςπερ καὶ πῦρ ὕλῃ τῇ ὑγροτέρᾳ· ἕτοιμοι δὲ πρὸς τὴν τοῦ κακοῦ μετουσίαν οἱ πλεῖστοι καὶ ἐπιτήδειοι, καλάμη τις πρὸς σπινθῆρα, οἶμαι, καὶ ἄνεμον ῥᾳδίως ἐξαπτομένη καὶ δαπανωμένη διὰ ξηρότητα· θᾶττον γὰρ ἄν τις ὀλίγης κακίας μεταλάβοι πλουσίως ἢ ἀρετῆς βαθείας κατὰ μικρόν. Ἐπεὶ καὶ μέλιτι μὲν μικρὸν ἀψίνθιον ὡς τάχιστα μεταδίδωσι τοῦ πικροῦ· μέλι δὲ οὐδὲ τὸ διπλάσιον ἀψινθίῳ τῆς ἑαυτοῦ γλυκύτητος· καὶ μικρὰ μὲν ὑποσπασθεῖσα ψηφὶς ποταμὸν ὅλον ἑλκύσειεν ἂν ἐπὶ τὸ πρανές· ἐπισχεῖν δὲ ἢ ἀνακόψαι μόλις ἂν δυνηθείη καὶ τὸ καρτερώτατον ἔρυμα.

13. Πρῶτον μὲν δὴ τοῦτο, ὧν εἴπομεν, εὐλαβεῖσθαι ἄξιον, μὴ φαινώμεθα τῆς θαυμασίας ἀρετῆς κακοὶ ζωγράφοι, μᾶλλον δὲ ζωγράφων οὐ φαύλων ἴσως, τῶν δὲ πολλῶν φαῦλον ἀρχέτυπον· ἢ τῆς παροιμίας μὴ πόῤῥω θέωμεν, ἄλλους ἰατρεύειν ἐπιχειροῦντες αὐτοὶ βρύοντες ἕλκεσι.

14. Δεύτερον δὲ, εἰ καί τις ἁγνὸν ἑαυτὸν ἀπὸ πάσης ἁμαρτίας τηρήσειεν, ἢ ὡς μάλιστα, οὐκ οἶδα μὲν, εἰ καὶ τοῦτο αὔταρκες τῷ μέλλοντι τοὺς ἄλλους παιδεύειν πρὸς ἀρετήν· οὐ γὰρ μὴ κακὸν εἶναι δεῖ μόνον τὸν τοῦτο πεπιστευμένον, τοῦτο μὲν γὰρ καὶ τῶν ὑπὸ χεῖρα τοῖς πολλοῖς αἴσχιστον, ἀλλὰ καὶ τῷ ἀγαθῷ διαφέροντα, κατὰ τὴν, ἐκκλίνειν ἀπὸ κακοῦ, καὶ ποιεῖν ἀγαθὸν, κελεύουσαν ἐντολήν· οὐδὲ τοὺς φαύλους ἐξαλεῖψαι τῆς ψυχῆς τύπους μόνον, ἀλλὰ καὶ τοὺς ἀμείνους ἐγγράψασθαι, ὡς πλέον κατ᾿ ἀρετὴν προέχειν, ἢ ὁπόσον περίεστιν ἀξιώματι· καὶ μηδὲν μέτρον εἰδέναι τοῦ καλοῦ καὶ τῆς ἀναβάσεως, μηδὲ κέρδος μᾶλλον τὸ κρατηθὲν ἢ ζημίαν τὸ διαφεῦγον· ἀλλ᾿ ἐπίβασιν ἀεὶ ποιεῖσθαι τὸ ποσὶ τοῦ ἑξῆς· καὶ μὴ μέγα νομίζειν ἂν τῶν πολλῶν διαφέρωμεν, ἀλλὰ ζημίαν ἂν τῆς ἀξίας λειπώμεθα· καὶ τῇ ἐντολῇ παραμετρεῖν, ἀλλὰ μὴ τοῖς πέλας, τὸ κατορθούμενον, ἄν τε ὦσι κακοὶ, ἄν τε ἀρετῆς ἐπὶ ποσὸν ἥκοντες· καὶ μὴ μικροῖς σταθμοῖς ταλαντεύειν τὴν ἀρετὴν, τῷ μεγίστῳ, καὶ παρ᾿ οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα χρεωστουμένην.

15. Μηδὲ τὰ αὐτὰ πᾶσιν ἁρμόζειν οἴεσθαι, ὥσπερ οὐδὲ ἡλικίαι πᾶσιν αἱ αὐταὶ, οὐδὲ προσώπων χαρακτῆρες, οὐδὲ ζώων φύσεις, οὐδὲ γῆς ποιότητες, οὐδὲ κάλλη τε καὶ μεγέθη λαμπτήρων· ἀλλ᾿ ἡγεῖσθαι ἰδιώτου μὲν εἶναι κακίαν τὸ φαῦλα πράςσειν, καὶ ὅσα κολάσεως ἄξια, ὧν καὶ ὁ νόμος βαρὺς δεσπότης· ἄρχοντος δὲ ἢ προεστῶτος τὸ μὴ ὡς ἄριστον εἶναι, καὶ ἀεὶ τῷ καλῷ προβαίνοντα, εἴπερ μέλλοι τῷ περιόντι τῆς ἀρετῆς ἕλξειν τοὺς πολλοὺς εἰς τὸ μέτριον, καὶ μὴ βίᾳ κατάρξειν, ἀλλὰ πειθοῖ προσάξεσθαι. Τὸ μὲν γὰρ ἀκούσιον, πρὸς τὸ τυραννικὸν εἶναι, καὶ οὐκ ἐπαινετὸν, οὐδὲ μόνιμον· φιλεῖ γὰρ τὸ βιασθὲν, ὥσπερ φυτὸν βίᾳ τὸν βίᾳ χερσὶ μετασπώμενον, εἰς ἑαυτὸ πάλιν ἀφεθὲν ἀνατρέχειν· τὸ δ᾿ ἐκ προαιρέσεως ἐννομώτατόν τε ἅμα καὶ ἀσφαλέστατον, εὐνοίας δεσμῷ τηρούμενον. Ὅθεν δὴ καὶ μάλιστα ποιμαίνειν τὸ ποίμνιον ἑκουσίως, ἀλλὰ μὴ ἀναγκαστῶς, ὁ ἡμέτερος διακελεύεται νόμος καὶ νομοθέτης.

16. Ἀλλ᾿ ἔστω τις μήτε κακὸς, καὶ ἀρετῆς ἥκων εἰς τὸ ἀκρότατον· οὐχ ὁρῶ, τίνα λαβὼν ἐπιστήμην, ἢ ποίᾳ δυνάμει πιστεύσας, ταύτην ἂν θαῤῥοίη τὴν προστασίαν· τῷ ὄντι γὰρ αὕτη μοι φαίνεται τέχνη τις εἶναι τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν, ἄνθρωπον ἄγειν, τὸ πολυτροπώτατον ζῶον καὶ ποικιλώτατον. Γνοίη δ᾿ ἄν τις τῇ τῶν σωμάτων θεραπείᾳ, τὴν τῶν ψυχῶν ἰατρείαν ἀντεξετάσας· καὶ ὅσῳ μὲν ἐργώδης ἐκείνη καταμαθὼν, ὅσῳ δὲ ἡ καθ᾿ ἡμᾶς ἐργωδεστέρα προσεξετάσας, καὶ τῇ φύσει τῆς ὕλης, καὶ τῇ δυνάμει τῆς ἐπιστήμης, καὶ τῷ τέλει τῆς ἐνεργείας τιμιωτέρα. Ἡ μὲν γὰρ περὶ σώματα πονεῖται, καὶ τὴν ἐπίκηρον ὕλην καὶ κάτω ῥέουσαν, πάντως λυθησομένην καὶ πεισομένην τὸ ἑαυτῆς, κἂν νῦν τῇ συμμαχίᾳ τῆς τέχνης κατακρατήσῃ τῆς ἐν αὐτῇ στάσεως· ἢ γὰρ νόσος ἢ χρόνος ἔλυσεν, εἴξασαν τῇ φύσει, καὶ τοὺς ἰδίους ὅρους οὐχ ὑπερβαίνουσαν.

17. Τῇ δὲ περὶ ψυχὴν ἡ σπουδὴ, τὴν ἐκ Θεοῦ καὶ θείαν, καὶ τῆς ἄνωθεν εὐγενείας μετέχουσαν, καὶ πρὸς ἐκείνην ἐπειγομένην, εἰ καὶ τῷ χείρονι συνεδέθη· τάχα μὲν καὶ δι᾿ ἄλλας αἰτίας, ἃς μόνος οἶδεν ὁ συνδήσας Θεὸς, καὶ εἴ τις ἐκ Θεοῦ τὰ τοιαῦτα ἐσοφίσθη μυστήρια· ὅσον δ᾿ οὖν ἐμὲ γινώσκειν καὶ τοὺς κατ᾿ ἐμὲ, δυοῖν ἕνεκεν· ἑνὸς μὲν, ἵνα δι᾿ ἀγῶνος καὶ πάλης, τῆς πρὸς τὰ κάτω, τῆς ἄνω δόξης κληρονομήσειεν, ὥσπερ χρυσὸς πυρὶ, τοῖς τῇδε βασανισθεῖσα, καὶ ἀρετῆς ἆθλον, ἀλλὰ μὴ Θεοῦ δῶρον μόνον ἔχῃ τὰ ἐλπιζόμενα· καὶ τοῦτο δὲ ἦν ἄρα τῆς ἄκρας ἀγαθότητος, ποιῆσαι τὸ ἀγαθὸν καὶ ἡμέτερον, οὐ φύσει μόνον κατασπειρόμενον, ἀλλὰ καὶ προαιρέσει γεωργούμενον, καὶ τοῖς ἐπ᾿ ἄμφω τοῦ αὐτεξουσίου κινήμασιν· ἑτέρου δὲ ὡς ἂν καὶ τὸ χεῖρον ἑλκύσειε πρὸς ἑαυτὴν καὶ ἄνω θείη, λύσασα κατὰ μικρὸν τῆς παχύτητος· ἵν᾿, ὅπερ ἐστὶ Θεὸς ψυχῇ, τοῦτο ψυχὴ σώματι γένηται παιδαγωγήσασα δι᾿ ἑαυτῆς τὴν ὑπηρέτιν ὕλην, καὶ οἰκειώσασα Θεῷ τὸ ὁμόδουλον.

18. Χώρας, καὶ καιροὺς, καὶ ἡλικίας, καὶ ὥρας, καὶ τὰ τοιαῦτα ὁ ἰατρὸς ἐπισκέψεται· φαρμακεύσει τε καὶ διαιτήσει, καὶ τηρήσει τὰ βλαβερὰ, ὡς ἂν μὴ ἀντιβῆναι τῇ τέχνῃ τὰς τῆς ἀῤῥωστίας ἐπιθυμίας· καί που καὶ καύσεσι, καὶ τομαῖς, καὶ τοῖς αὐστηροτέροις τῆς θεραπείας, ἔστιν ὅτε καὶ ἐφ᾿ ὧν χρήσεται· ὧν οὔπω τοσοῦτον οὐδὲν, κἂν ἐπίπονα σφόδρα καὶ χαλεπὰ φαίνηται, ὅσον ἤθη, καὶ πάθη, καὶ βίους, καὶ προαιρέσεις, καὶ εἴ τι ἄλλο τοιοῦτο τῶν ἐν ἡμῖν, κατοπτεῦσαί τε καὶ ἰατρεῦσαι, καὶ πᾶν ὅσον θηριῶδες καὶ ἄγριον ἐξορίσαντας τῆς συζυγίας τῆς ἡμετέρας, πᾶν ὅσον ἥμερον καὶ Θεῷ φίλον ἀντειςαγαγεῖν τε καὶ βεβαιώσασθαι, καὶ βραβεῦσαι δικαίως ψυχῇ τε καὶ σώματι· μὴ τῷ χείρονι τὸ κρεῖττον δυναστεύεσθαι συγχωρήσαντας, ἥπερ ἀδικιῶν ἡ μεγίστη· τῷ δὲ ἄρχοντι καὶ ἡγεμονικῷ τὸ τῇ φύσει δεύτερον ὑποτάξαντας· ὥσπερ δὴ νόμος θεῖος, καὶ κάλλιστα ἔχων ἐπὶ πάσης αὐτοῦ τῆς κτίσεως, ὅση τε ὁρατὴ, καὶ ὅση ὑπὲρ τὴν αἴσθησιν.

19. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι ἐκείνων μὲν ἕκαστον ὧν ἀπηριθμησάμην ὡς τῷ θεραπευτῇ τηρουμένων ὅπως ἔχει φύσεως, οὕτω μένει καὶ οὐδὲν ἀντιτεχνᾶται παρ᾿ ἑαυτοῦ πανούργως, οὐδ᾿ ἀντισοφίζεται τοῖς παρὰ τῆς τέχνης προσαγομένοις· ἀλλὰ καὶ περιΐστησι μᾶλλον τὴν ὕλην ἡ ἰατρεία· πλὴν εἴ που βραχεῖά τις παρεμπέσοι τοῦ κάμνοντος ἀταξία, ἣν καὶ φυλάξαι καὶ ἀνακόψαι οὐ χαλεπόν. Ἡμῖν δὲ ἡ σύνεσις καὶ τὸ φίλαυτον, καὶ τὸ νικᾶσθαι ῥᾳδίως μήτ᾿ εἰδέναι, μήτ᾿ ἀνέχεσθαι, μέγιστον πρὸς ἀρετήν ἐστιν ἐμπόδιον, καὶ οἷόν τις παράταξις κατὰ τῶν συμμαχούντων γίνεται· καὶ ὅσην εἰσφέρειν ἔδει σπουδὴν γυμνοῦν τὴν νόσον τοῖς θεραπεύουσι, τοσαύτην ὥστε τὴν ἰατρείαν φεύγειν εἰσφερόμεθα, καί ἐσμεν ἀνδρεῖοι καθ᾿ ἑαυτῶν, καὶ κατὰ τῆς ὑγείας ἡμῶν ἐπιστήμονες.

20. Ἢ γὰρ δουλοπρεπῶς τὴν ἁμαρτίαν ἐκλέψαμεν, ὥσπερ τι πάθος ὕπουλον καὶ κακόηθες ἐν τῷ βάθει τῆς ψυχῆς συγκαλύπτοντες, ὡς καὶ τὸν μέγαν λήσοντες ὀφθαλμὸν τοῦ Θεοῦ καὶ τῆς δίκης, ἂν τοὺς ἀνθρώπους λάθωμεν· ἢ προφασιζόμεθα προφάσεις ἐν ἁμαρτίαις, λόγους συνηγόρους τοῖς πάθεσιν ἀνευρίσκοντες· ἢ τὰς ἀκοὰς ἀποφράξαντες ἀσπίδος κωφῆς καὶ τὰ ὦτα βυούσης τρόπον, μὴ ἀκοῦσαι φωνῆς ἐπᾳδόντων φιλονεικοῦμεν, μηδὲ φαρμακευθῆναι σοφίας φαρμάκοις, οἷς ἀῤῥωστία ψυχῆς θεραπεύεται· ἢ τὸ τελευταῖον, οἵ γε τολμηρότεροι ἡμῶν καὶ γενναιότεροι, καὶ φανερῶς ἀναισχυντοῦμεν πρός τε τὴν ἁμαρτίαν καὶ τοὺς ταύτης θεραπευτὰς, γυμνῇ τῇ κεφαλῇ, τὸ δὴ λεγόμενον, χωροῦντες πρὸς πᾶσαν παρανομίαν· ὢ τῆς παραπληξίας, ἢ εἴ τι ἄλλο τῷ τοιούτῳ πάθει κυριώτερον ὄνομ!α καὶ οὓς ἀγαπᾷν ὡς εὐεργέτας ἐχρῆν, τούτους ὡς ἐχθροὺς ἀμυνόμεθα, μισοῦντες ἐν πύλαις ἐλέγχοντας, καὶ λόγον ὅσιον βδελυσσόμενοι· καὶ οἰόμεθα μᾶλλον πολεμήσειν τοὺς ἡμῖν εὔνους, ἂν ὅτι μάλιστα ἡμᾶς αὐτοὺς κακῶς δράσωμεν, ὥσπερ οἱ τῶν ἰδίων σαρκῶν ἁπτόμενοι τὰς τῶν πέλας δαπανᾷν νομίζοντες.

21. Ταῦτά ἐστιν, οἷς ἐγὼ τὴν καθ᾿ ἡμᾶς ἰατρικὴν τῆς περὶ τὰ σώματα ἐργωδεστέραν τίθεμαι μακρῷ, καὶ διὰ τοῦτο τιμιωτέραν· καὶ ὅτι ἐκείνῃ μὲν, ὀλίγα τῶν ἐν τῷ βάθει κατοπτευούσῃ, περὶ τὸ φαινόμενον ἡ πλείων τῆς πραγματείας· ἡμῖν δὲ περὶ τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον ἡ πᾶσα θεραπεία τε καὶ σπουδὴ, καὶ πρὸς τὸν ἔνδοθεν ἡμῖν ἀντιπολεμοῦντα καὶ ἀντιπαλαίοντα ἡ μάχη, ὃς ἡμῖν αὐτοῖς ὅπλοις καθ᾿ ἡμῶν χρώμενος, τὸ δεινότατον, τῷ τῆς ἁμαρτίας θανάτῳ δίδωσι. Πρὸς οὖν ταῦτα πολλῆς μὲν καὶ παντελοῦς τῆς πίστεως, μείζονος δὲ τῆς παρὰ Θεοῦ συνεργίας, οὐκ ὀλίγης δὲ τῆς ἡμετέρας ἀντιτεχνήσεως (ὥς γε ἐμαυτὸν πείθ)ω, χρεία, τῆς καὶ λόγῳ καὶ ἔργῳ θεωρουμένης, εἰ δεῖ καλῶς ἡμῖν θεραπεύεσθαι καὶ ἀποκαθαίρεσθαι, καὶ ὡς πλείστου ἀξίας εἶναι, τὸ τιμιώτατον ὧν ἔχομεν, τὰς ψυχάς.

22. Τά γε μὴν ἀμφοτέρων τῶν θεραπειῶν τέλη, τοῦτο γὰρ ἡμῖν εἰς τὴν ἐξέτασιν ἔτι λείπεται, τῇ μὲν ὑγίειαν, ἢ εὐεξίαν σαρκὸς, ἢ οὖσαν φυλάξαι, ἢ ἀπελθοῦσαν ἀνακαλέσασθαι, ὧν οὔπω δῆλον, εἴ τι συνοίσει τοῖς κεκτημένοις· ἐπεὶ καὶ τὰ ἐναντία πολλάκις πλείω τοὺς ἔχοντας ὤνησεν, ὥσπερ πενίαι τε καὶ πλοῦτοι, δόξαι τε καὶ ἀδοξίαι, ταπεινότητες καὶ λαμπρότητες, καὶ ὅσα ἐν μέσῳ κείμενα κατὰ τὴν φύσιν, καὶ οὐδὲν μᾶλλον τῇδε ἢ τῇδε νεύοντα, τῇ χρήσει καὶ τῇ προαιρέσει τῶν κεκτημένων τὸ βέλτιον ἢ τὸ χεῖρον λαμβάνει· τῇ δὲ τὸ προκείμενον πτερῶσαι ψυχὴν, ἁρπάσαι κόσμου, καὶ δοῦναι Θεῷ, καὶ τὸ κατ᾿ εἰκόνα ἢ μένον τηρῆσαι, ἢ κινδυνεῦον χειραγωγῆσαι, ἢ διαῤῥυὲν ἀνασώσασθαι, εἰσοικίσαι τε τὸν Χριστὸν ἐν ταῖς καρδίαις διὰ τοῦ Πνεύματος· καὶ τὸ κεφάλαιον, Θεὸν ποιῆσαι, καὶ τῆς ἄνω μακαριότητος, τὸν τῆς ἄνω συντάξεως.

23. Τοῦτο ἡμῖν ὁ παιδαγωγὸς βούλεται νόμος· τοῦτο οἱ μέσοι Χριστοῦ καὶ νόμου προφῆται· τοῦτο ὁ τοῦ πνευματικοῦ νόμου τελειωτὴς καὶ τὸ τέλος Χριστός· τοῦτο ἡ κενωθεῖσα θεότης· τοῦτο ἡ προσληφθεῖσα σάρξ· τοῦτο ἡ καινὴ μίξις, Θεὸς καὶ ἄνθρωπος, ἑν ἐξ ἀμφοῖν, καὶ δι᾿ ἐνὸς ἀμφότερα. Διὰ τοῦτο Θεὸς σαρκὶ διὰ μέσης ψυχῆς ἀνεκράθη, καὶ συνεδέθη τὰ διεστῶτα τῇ πρὸς ἄμφω τοῦ μεσιτεύοντος οἰκειότητι· καὶ πάντα ὑπὲρ πάντων ἦλθεν εἰς ἑν, καὶ ὑπὲρ ἑνὸς τοῦ προπάτορος· ἡ ψυχὴ διὰ τὴν παρακούσασαν, ἡ σὰρξ διὰ τὴν ὑπουργήσασαν καὶ συγκατακριθεῖσαν· ἡ μὲν ψυχὴν, ἡ δὲ σάρκα· ὁ Χριστὸς διὰ τὸν Ἀδὰμ τὸν γενόμενον ὑπὸ τὴν ἁμαρτίαν, ὁ κρείττων ἁμαρτίας καὶ ὑψηλότερος.

24. Διὰ τοῦτο ἀντεισήχθη τῷ παλαιῷ τὸ νέον· καὶ διὰ πάθους ὁ παθὼν ἀνεκλήθη, καὶ ὑπὲρ ἑκάστου τῶν ἡμετέρων ἕκαστον τοῦ ὑπὲρ ἡμᾶς ἀντεδόθη· καὶ γέγονε καινὸν μυστήριον ἡ περὶ τὸν πεσόντα δι᾿ ἀπείθειαν ἐκ φιλανθρωπίας οἰκονομία. Διὰ τοῦτο γέννησις καὶ Παρθένος· διὰ τοῦτο φάτνη καὶ Βηθλεέμ· ἡ γέννησις ὑπὲρ τῆς πλάσεως· ἡ Παρθένος ὑπὲρ τῆς γυναικός· ἡ Βηθλεὲμ διὰ τὴν Ἐδέμ· ἡ φάτνη διὰ τὸν παράδεισον· τὰ μικρὰ καὶ φαινόμενα ὑπὲρ τῶν μεγάλων καὶ κρυπτομένων. Διὰ τοῦτο ἄγγελοι δοξάζοντες τὸν οὐράνιον, εἶτα ἐπίγειον· καὶ ποιμένες δόξαν ὁρῶντες ἐπὶ τῷ ἀμνῷ καὶ ποιμένι· καὶ ἀστὴρ ἠγούμενος, καὶ μάγοι προσπίπτοντες καὶ δωροφοροῦντες, ἵν᾿ εἰδωλολατρεία καταλυθῇ. Διὰ τοῦτο Ἰησοῦς βαπτιζόμενος, καὶ ἄνωθεν μαρτυρούμενος, καὶ νηστεύων, καὶ πειραζόμενος, καὶ νικῶν τὸν νικήσαντα. Διὰ τοῦτο δαίμονες ἐλαυνόμενοι, καὶ νόσοι θεραπευόμεναι, καὶ τὸ μέγα κήρυγμα μικροῖς ἐγχειριζόμενον καὶ κατορθούμενον.

25. Διὰ τοῦτο ἔθνη φρυασσόμενα, καὶ λαοὶ μελετῶντες κενά· διὰ τοῦτο ξύλον κατὰ τοῦ ξύλου, καὶ κατὰ τῆς χειρὸς χεῖρες, τῆς ἀκρατῶς ἐκταθείσης αἱ γενναίως ταθεῖσαι· τῆς ἀνειμένης αἱ τοῖς ἥλοις δεθεῖσαι· τῆς ἐκβαλούσης Ἀδὰμ αἱ τὰ πέρατα οἰκειούμεναι. Διὰ τοῦτο ὕψος κατὰ τοῦ πτώματος· καὶ χολὴ κατὰ τῆς γεύσεως, καὶ στέφανος ἀκάνθινος κατὰ τοῦ πονηροῦ κράτους, καὶ θάνατος κατὰ τοῦ θανάτου, καὶ σκότος ὑπὲρ τοῦ φωτὸς, καὶ ταφὴ κατὰ τῆς εἰς γῆν ἀποστροφῆς, καὶ ἀνάστασις ὑπὲρ τῆς ἀναστάσεως. Ταῦτα πάντα παιδαγωγία τις ἦν περὶ ἡμᾶς τοῦ Θεοῦ, καὶ τῆς ἀσθενείας ἰατρεία τῆς ἡμετέρας, τὸν παλαιὸν Ἀδὰμ ὅθεν ἐξέπεσεν ἐπανάγουσα, καὶ τῷ ξύλῳ τῆς ζωῆς προσάγουσα, οὗ τὸ ξύλον ἡμᾶς τῆς γνώσεως, οὐ κατὰ καιρὸν, οὐδ᾿ ἐπιτηδείως μεταληφθὲν, ἠλλοτρίωσε.

26. Ταύτης ἡμεῖς τῆς θεραπείας ὑπηρέται καὶ συνεργοὶ, ὅσοι τῶν ἄλλων προκαθεζόμεθα· οἷς μέγα μὲν τὸ τὰ ἴδια πάθη καὶ ἀῤῥωστήματα καὶ γινώσκειν καὶ θεραπεύειν· μᾶλλον δὲ οὔπω μέγα, πλὴν τοῦτο λέγειν ἡμᾶς ἡ τῶν πολλῶν κακία πεποίηκε, τῶν ἐπὶ ταύτης ὄντων τῆς τάξεως· πολλῷ δὲ μεῖζον τὸ τὰ τῶν ἄλλων ἰᾶσθαι δύνασθαι καὶ ἀνακαθαίρειν ἐπιστημόνως, καὶ ὡς ἂν ἀμφοτέροις λυσιτελοίη, τοῖς τε τῆς θεραπείας χρῄζουσι καὶ τοῖς ἰατρεύειν πεπιστευμένοις.

27. Εἶτα οἱ μὲν τῶν σωμάτων θεραπευταὶ πόνους τε καὶ ἀγρυπνίας καὶ φροντίδας, ἃς ἴσμεν, ἕξουσι· καὶ τὸ ἐπ᾿ ἀλλοτρίαις συμφοραῖς ἰδίας καρποῦσθαι λύπας, ὡς ἔφη τις τῶν παρ᾿ ἐκείνοις σοφῶν· καὶ τὰ μὲν αὐτοὶ μοχθοῦντες καὶ ἀνευρίσκοντες, τὰ δὲ παρ᾿ ἄλλων ἐρανιζόμενοι καὶ συνεισφέροντες προσοίσουσι τοῖς δεομένοις· καὶ οὐδὲν οὕτω μικρὸν αὐτοῖς ἢ εὑρεθὲν ἢ διαφυγὸν, οὐδὲ τῶν ἐλαχίστων, ὡς μὴ μέγα πρὸς τὴν τῆς ὑγιείας ῥοπὴν, ἢ τοῦ κινδύνου τοὐναντίον ὑποληφθῆναι· καὶ ταῦτα ὑπὲρ τίνος; ἵν᾿ ἄνθρωπος ζήσῃ πλείους τὰς ἐπὶ γῆν ἡμέρας, καὶ οὗτος οὐδὲ τῶν ἐπιεικῶν ἴσως, ἀλλὰ καὶ τῶν μοχθηροτάτων, ᾧ τὸ πάλαι τεθνάναι ἴσως ἄμεινον ἦν, ὄντι κακῷ, ἵνα τοῦ μεγίστου τῶν ἀῤῥωστημάτων, τῆς κακίας, ἀπαλλαγῇ· εἰ δὲ καὶ τῶν καλῶν θείημεν, ἐπὶ πόσον βιωσομένῳ; τὸν ἅπαντα χρόνον; ἢ τί τῆς ἐνταῦθα κερδανοῦντι ζωῆς, ἧς τὸ λυθῆναι ζητεῖν, τῶν καλῶν τὸ πρῶτον καὶ ἀσφαλέστατον, καὶ ἀνδρὸς ὄντως ὑγιοῦς καὶ νοῦν ἔχοντος;

28. Ἡμῖν δὲ, οἷς τὸ κινδυνευόμενόν ἐστι σωτηρία ψυχῆς, τῆς μακαρίας τε καὶ ἀθανάτου, καὶ ἀθάνατα κολασθησομένης, ἢ ἐπαινεθησομένης, διὰ κακίαν ἢ ἀρετὴν, πόσον χρὴ δοκεῖν εἶναι τὸν ἀγῶνα, ἢ ὅσης δεῖν τῆς ἐπιστήμης ἰατρεῦσαι καλῶς, ἢ ἰατρευθῆναι, καὶ τὴν ζωὴν μεταθέσθαι, καὶ δοῦναι τὸν χοῦν τῷ πνεύματι; Οὐ γὰρ τῶν αὐτῶν οὔτε λόγων οὔτε ὁρμῶν, οὔτε τὸ θῆλυ τῷ ἄῤῥενι, οὔτε γήρᾳ νεότης, οὔτε πενίᾳ πλοῦτος, οὔτε εὐθυμῶν ἀθυμοῦντι, οὔτε ὁ κάμνων τῷ ὑγιαίνοντι, ἄρχοντές τε καὶ ἀρχόμενοι, σοφοί τε καὶ ἀμαθεῖς, δειλοί τε καὶ θρασεῖς, ὀργίλοι καὶ πρᾶοι, κατορθοῦντες καὶ πίπτοντες.

29. Κἂν ἔτι ἀκριβῶς ἐξετάσῃς, ὅσον τὸ μέσον τῶν ἐν συζυγίαις πρὸς τοὺς ἀγάμους, κἂν τούτοις πάλιν τῶν τῆς ἐρημίας πρὸς τοὺς κοινωνικοὺς καὶ μιγάδας· τῶν ἐξητασμένων καὶ διαβεβηκότων ἐν θεωρίᾳ πρὸς τοὺς ἁπλῶς κατευθύνοντας, ἀστικῶν τε αὖ καὶ τῶν ἐκ τῆς ἀγροικίας, ἀκεραιοτέρων τε καὶ πανουργοτέρων, τῶν ἐν πράγμασι πρὸς τοὺς ἡσυχάζοντας, τῶν μεταβολῇ πληγέντων πρὸς τοὺς εὐδρομοῦντας καὶ ἀμαθεῖς τοῦ χείρονος· τούτων γὰρ ἕκαστοι πλεῖον ἀλλήλων ἔστιν ὅτε ταῖς ἐπιθυμίαις καὶ ταῖς ὁρμαῖς ἢ κατὰ τὰς τῶν σωμάτων ἰδέας διαφέροντες· εἰ δὲ βούλει, τὰς τῶν στοιχείων μίξεις καὶ κράσεις, ἐξ ὧν συνεστήκαμεν, οὐ ῥᾴστην ἔχουσι τὴν οἰκονομίαν.

30. Ἀλλ᾿ ὥσπερ τοῖς σώμασιν οὐ τὴν αὐτὴν φαρμακείαν τε καὶ τροφὴν προσφέρονται, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες ἢ κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπεύονται. Μάρτυρες δὲ τῆς θεραπείας, ὧν καὶ τὰ πάθη· τοὺς μὲν ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγματι· οἱ μὲν δέονται κέντρων, οἱ δὲ χαλινοῦ. Οἱ μὲν γάρ εἰσι νωθεῖς, καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ τοῦ λόγου διεγερτέον· οἱ δὲ θερμότεροι τοῦ μετρίου τῷ πνεύματι, καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς, καθάπερ πῶλοι γενναῖοι πόῤῥω τῆς νύσσης θέοντες, οὓς βελτίους ἂν ποιήσειεν ἄγχων καὶ ἀνακόπτων ὁ λόγος.

31. Τοὺς μὲν ἔπαινος ὤνησε, τοὺς δὲ ψόγος, ἀμφότερα μετὰ τοῦ καιροῦ· ἢ τοὐναντίον ἔβλαψεν ἔξω τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις κατορθοῖ, τοὺς δὲ ἐπιτίμησις· καὶ αὕτη, τοὺς μὲν ἐν τῷ κοινῷ διελεγχομένους, τοὺς δὲ κρύβδην νουθετουμένους. Φιλοῦσι γὰρ οἱ μὲν καταφρονεῖν τῶν ἰδίᾳ νουθετημάτων, πλήθους καταγνώσει σωφρονιζόμενοι· οἱ δὲ πρὸς τὴν ἐλευθερίαν τῶν ἐλέγχων ἀναισχυντεῖν, τῷ τῆς ἐπιτιμήσεως μυστηρίῳ παιδαγωγούμενοι, καὶ ἀντιδιδόντες τῆς συμπαθείας τὴν εὐπείθειαν.

32. Τῶν μὲν πάντα τηρεῖν ἐπιμελῶς ἀναγκαῖον μέχρι καὶ τῶν μικροτάτων, ὅσους τὸ οἴεσθαι λανθάνειν (ἐπειδὴ τοῦτο τεχνάζουσιν) ὡς σοφωτέρους ἐφύσησε· τῶν δ᾿ ἔστιν ἃ καὶ παρορᾷν ἄμεινον, ὥστε ὁρῶντας μὴ ὁρᾷν, καὶ ἀκούοντας μὴ ἀκούειν, κατὰ τὴν παροιμίαν, ἵνα μὴ πρὸς ἀπόνοιαν αὐτοὺς ἐρεθίζωμεν, τῷ φιλοπόνῳ τῶν ἐλέγχων καταβαπτίζοντες, καὶ τέλος πρὸς πάντα ποιήσωμεν τολμηροὺς, τὸ τῆς πειθοῦς φάρμακον τὴν αἰδῶ διαλύσαντες. Καὶ μέντοι καὶ ὀργιστέον τισὶν, οὐκ ὀργιζομένους· καὶ ὑπεροπτέον, οὐχ ὑπερορῶντας· καὶ ἀπογνωστέον, οὐκ ἀπογινώσκοντας, ὅσων τοῦτο ἡ φύσις ἐπιζητεῖ. Καὶ ἄλλους ἐπιεικείᾳ θεραπευτέον καὶ ταπεινότητι, καὶ τῷ συμπροθυμεῖσθαι δὴ περὶ τὰς χρηστοτέρας ἐλπίδας. Καὶ τοὺς μὲν νικᾷν, τῶν δὲ ἡττᾶσθαι πολλάκις λυσιτελέστερον· καὶ τῶν μὲν εὐπορίαν καὶ δυναστείαν, τῶν δὲ πενίαν ἢ δυσπραγίαν, ἢ ἐπαινεῖν ἢ ἀπεύχεσθαι.

33. Οὐ γὰρ ὥσπερ ἐπὶ τῆς ἀρετῆς ἔχει καὶ τῆς κακίας, τὴν μὲν καλλίστην εἶναι καὶ ὠφελιμωτάτην ἀεὶ καὶ πᾶσι, τὴν δὲ χειρίστην τε καὶ βλαβερωτάτην· οὕτω καὶ τῆς φαρμακείας τῆς ἡμετέρας, ἕν τι καὶ τὸ αὐτὸ ὑγιεινότατον, ἢ ἐπισφαλέστατον ἀεὶ καὶ τοῖς αὐτοῖς ἀποδέδεικται· οἷον τὸ αὐστηρὸν, ἢ τὸ πρᾶον, ἢ τῶν ἄλλων ὧν ἀπηριθμησάμην ἕκαστον. Ἀλλὰ τοῖς μὲν τοῦτο καλὸν καὶ χρήσιμον, τοῖς δὲ τοὐναντίον πάλιν, ὅπως ἂν, οἶμαι, συμπίπτωσιν οἵ τε καιροὶ καὶ τὰ πράγματα, καὶ ὁ τῶν θεραπευομένων ἐπιδέχηται τρόπος. Ἃ πάντα μὲν διελέσθαι λόγῳ, καὶ συνιδεῖν ἐπὶ τὸ ἀκριβέστατον, ὥστε καὶ κεφαλαίῳ τὴν θεραπείαν περιλαβεῖν ἀμήχανον, κἂν ἐπὶ πλεῖστον ἐξίκηταί τις ἐπιμελείας τε καὶ συνέσεως· ἐπὶ δὲ τῆς πείρας αὐτῆς καὶ τῶν πραγμάτων τῷ θεραπευτῇ λόγῳ καὶ ἀνδρὶ καταφαίνεται.

34. Καθόλου δὲ ἡμῖν ἐκεῖνο γνώριμον, ὅτι, καθάπερ τοῖς ἐπὶ κάλου μετεώρου καὶ ὑψηλοῦ βαίνουσι τῇδε ἢ τῇδε ἀποκλῖναι οὐκ ἀσφαλὲς, οὐδὲ εἰς μικρὸν φέρουσα ἡ ῥοπὴ, κἂν μικρὰ φαίνηται, ἀσφάλεια δὲ αὐτοῖς ἡ ἰσοῤῥοπία καθίσταται· οὕτω κἀν τούτοις ὁποτέρωσε νεύσῃ τις, εἴτε διὰ κακίαν, εἴτε δι᾿ ἀμάθειαν, κίνδυνος οὐχ ὁ τυχὼν αὐτῷ τε καὶ τοῖς ἀγομένοις τοῦ τῆς ἁμαρτίας πτώματος. Ἀλλ᾿ ὁδῷ βασιλικῇ πορευτέον ὄντως, καὶ περισκεπτέον, μήτε εἰς δεξιὰ μήτε εἰς ἀριστερὰ, καθὼς αἱ Παροιμίαι φασὶν, ἐκκλίνοντας. Οὕτω μὲν δὴ τὰ τῶν παθῶν ἔχει τῶν ἡμετέρων, καὶ τοσοῦτον ἐνταῦθα τὸ ἔργον τῷ ἀγαθῷ ποιμένι, τῷ γνωστῶς γνωσομένῳ ψυχὰς ποιμνίου, καὶ ἀφηγησομένῳ κατὰ λόγον ποιμαντικῆς, τῆς γε ὀρθῆς καὶ δικαίας, καὶ τοῦ ἀληθινοῦ ποιμένος ἡμῶν ἀξίας.

35. Αὐτὴν δὲ τὴν τοῦ λόγου διανομὴν, ἵνα τελευταῖον εἴπω τὸ πρῶτον τῶν ἡμετέρων, τοῦ θείου λέγω καὶ ὑψηλοῦ, καὶ ὃν νῦν πάντες φιλοσοφοῦσιν, εἰ μέν τις ἄλλος θαῤῥεῖ, καὶ πάσης διανοίας ὑπολαμβάνει, θαυμάζω τοῦτον ἐγὼ τῆς συνέσεως, ἵνα μὴ λέγω τῆς εὐηθείας· ἐμοὶ δ᾿ οὖν πρᾶγμα φαίνεται οὐ τῶν φαυλοτάτων, οὐδὲ ὀλίγου τοῦ πνεύματος, διδόναι κατὰ καιρὸν ἑκάστῳ τοῦ λόγου τὸ σιτομέτριον, καὶ οἰκονομεῖν ἐν κρίσει τὴν ἀλήθειαν τῶν ἡμετέρων δογμάτων· ὅσα περὶ κόσμων ἢ κόσμου πεφιλοσόφηται, περὶ ὕλης, περὶ ψυχῆς, περὶ νοῦ, καὶ τῶν νοερῶν φύσεων, βελτιόνων τε καὶ χειρόνων, περὶ τῆς τὰ πάντα συνδεούσης τε καὶ διεξαγούσης προνοίας, ὅσα τε κατὰ λόγον ἀπαντᾷν δοκεῖ, καὶ ὅσα παρὰ λόγον τὸν κάτω καὶ τὸν ἀνθρώπινον.

36. Ἔτι τε ὅσα περὶ τῆς πρώτης ἡμῶν συστάσεως, καὶ τῆς τελευταίας ἀναπλάσεως, τύπων τε καὶ ἀληθείας, καὶ διαθηκῶν, καὶ Χριστοῦ παρουσίας πρώτης τε καὶ δευτέρας, σαρκώσεώς τε καὶ παθημάτων, καὶ ἀναλύσεως, ὅσα τε περὶ ἀναστάσεως, περὶ τέλους, περὶ κρίσεως καὶ ἀνταποδόσεως, σκυθρωποτέρας τε καὶ ἐνδοξοτέρας· καὶ τὸ κεφάλαιον ὅσα περὶ τῆς ἀρχικῆς καὶ μακαρίας Τριάδος ὑποληπτέον· ὅσπερ δὴ καὶ κινδύνων μέγιστος τοῖς φωτίζειν πεπιστευμένοις, ὡς μήτε εἰς μίαν ὑπόστασιν συναιρεθέντα τὸν λόγον δέει πολυθεΐας, ψιλὰ καταλιπεῖν ἡμῖν τὰ ὀνόματα, τὸν αὐτὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὑπολαμβάνουσι· μήτε εἰς τρεῖς, ἢ ἐκφύλους καὶ ἀλλοτρίας διαιρεθέντα, ἢ ἀτάκτους καὶ ἀνάρχους, καὶ οἷον εἰπεῖν, ἀντιθέους, πρὸς κακὸν ἴσον ἐκ τῶν ἐναντίων μεταπεσεῖν· ὥσπερ φυτοῦ διαστροφῆς ἐπὶ θάτερα πολὺ μετακλινομένης.

37. Τριῶν γὰρ ὄντων τῶν νῦν περὶ τὴν θεολογίαν ἀῤῥωστημάτων, ἀθεΐας, καὶ Ἰουδαισμοῦ, καὶ πολυθεΐας, ὧν τῆς μὲν Σαβέλλιος προστάτης ὁ Λίβυς ἐγένετο, τῆς δὲ Ἄρειος ὁ Ἀλεξανδρεὺς, τῆς δέ τινες τῶν ἄγαν παρ᾿ ἡμῖν ὀρθοδόξων. Τίς ὁ ἐμὸς λόγος; τῶν τριῶν ὅσον ἐστὶ βλαβερὸν διαφυγόντας, ἐν ὅροις μένειν τῆς εὐσεβείας, καὶ μήτε πρὸς τὴν Σαβελλίου ἀθεΐαν ἐκ τῆς καινῆς ταύτης ἀναλύσεως ἢ συνθέσεως ὑπαχθῆναι, μὴ μᾶλλον ἑν τὰ πάντα ἢ μηδὲν ἕκαστον εἶναι ὁριζομένους· φεύγει γὰρ εἶναι ὅπερ ἐστὶν εἰς ἄλληλα μεταχωροῦντα καὶ μεταβαίνοντα· ἢ σύνθετόν τινα καὶ ἄτοπον ἡμῖν Θεὸν, ὥσπερ τὰ μυθώδη τῶν ζώων σκιαγραφοῦντας καὶ ἀναπλάττοντας· μήτε τὰς φύσεις τέμνοντας κατὰ τὴν Ἀρείου καλῶς ὀνομασθεῖσαν μανίαν, εἰς Ἰουδαικὴν πενίαν κατακλεισθῆναι, καὶ φθόνον ἐπεισάγειν τῇ θείᾳ φύσει, μόνῳ τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράφοντας, ὥσπερ δεδοικότας μὴ διαφθείροιτο ἡμῖν ὁ Θεὸς, Θεοῦ Πατὴρ ὢν ἀληθινοῦ καὶ ὁμοτίμου τὴν φύσιν· μήτε τρεῖς ἀρχὰς ἀλλήλαις ἀντεπεξάγοντας ἢ συντάσσοντας πολυαρχίαν εἰςάγειν Ἑλληνικὴν, ἣν πεφεύγαμεν.

38. Δέον μήτε οὕτως εἶναί τινας φιλοπάτορας, ὡς καὶ τὸ εἶναι Πατέρα περιαιρεῖν· τίνος γὰρ ἂν καὶ εἴη Πατὴρ, τοῦ Υἱοῦ τὴν φύσιν κεχωρισμένου καὶ ἀπεξενωμένου μετὰ τῆς κτίσεως; οὐ γὰρ τοῦτο Υἱὸς τὸ ἀλλότριον ἢ συναλειφομένου πρὸς τὸν Πατέρα, καὶ συγχεομένου, ἴσον δὲ εἰπεῖν, καὶ συγχέοντος· μήτε τοσοῦτον φιλοχρίστους, ὡς μήτε τούτῳ φυλάττειν τὸ εἶναι Υἱῷ· (τίνος γὰρ ἂν καὶ εἴη, μὴ πρὸς ἀρχὴν ἀναφερόμενος τὸν πατέρα;) μήτε τῷ Πατρὶ τὸ τῆς ἀρχῆς ἀξίωμα, τῆς ὡς πατρὶ καὶ γεννήτορι· μικρῶν γὰρ ἂν εἴη καὶ ἀναξίων ἀρχὴ, μᾶλλον δὲ μικρῶς τε καὶ ἀναξίως, μὴ θεότητος ὢν ἀρχὴ καὶ ἀγαθότητος, τῆς ἐν Υἱῷ καὶ Πνεύματι θεωρουμένης· τῷ μὲν ὡς Υἱῷ καὶ Λόγῳ, τῷ δὲ ὡς προόδῳ καὶ οὐ διαλύτῳ Πνεύματι· ἐπειδή γε ἀναγκαῖον καὶ τὸν ἕνα Θεὸν τηρεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος.

39. Ταῦτ᾿ οὖν μακροτέρου μὲν ἢ κατὰ τὸν παρόντα καιρὸν, οἶμαι δὲ καὶ βίον, τοῦ λόγου καὶ νοῆσαι καὶ παραστῆσαι ἱκανῶς τε καὶ ὅσον ἄξιον· μᾶλλον δὲ καὶ νῦν καὶ ἀεὶ τοῦ Πνεύματος, ᾧ μόνῳ Θεὸς καὶ νοεῖται καὶ ἑρμηνεύεται καὶ ἀκούεται. Καθαρῷ γὰρ μόνον ἁπτέον τοῦ καθαροῦ καὶ ὡσαύτως ἔχοντος· οὗ δ᾿ εἵνεκα νῦν ἐν ὀλίγῳ διεληλύθαμεν, ἵν᾿ ἐκεῖνο δηλώσωμεν, ὅτι χαλεπὸν ἐν πλήθει μάλιστα, περὶ τηλικούτων διαλεγόμενον, ἐκ παντοδαπῆς συγκειμένῳ καὶ ἡλικίας καὶ ἕξεως, οἷον ὀργάνῳ τινὶ πολυχόρδῳ διαφόρων δεομένῳ καὶ τῶν κρουμάτων, εὑρεῖν τινα τὸν πάντας καταρτίσαι δυνάμενον λόγον, καὶ λαμπρῦναι τῷ φωτὶ τῆς γνώσεως· οὐ μόνον ὅτι ἐν τρισὶ τούτοις τοῦ κινδύνου σαλεύοντος, διανοίᾳ καὶ λόγῳ καὶ ἀκοῇ, ἀναγκαῖον περὶ ἕν γέ τι τούτων, εἰ καὶ μὴ πάντα, προσπταῖσαι· ἢ γὰρ οὐκ ἐνελάμφθη νοῦς, ἢ λόγος ἠσθένησεν, ἢ οὐκ ἐχώρησεν ἀκοὴ μὴ κεκαθαρμένη· καὶ ὁμοίως ἐξ ἑνὸς τούτων καὶ πάντων χωλεύειν ἀνάγκη τὴν ἀλήθειαν· ἀλλ᾿ ὅτι καὶ ὃ τοῖς ἄλλο τι διδάσκειν ὑπισχνουμένοις ῥᾷστον ποιεῖ τὸν λόγον καὶ εὐπαράδεκτον, ἡ τῶν ἀκουόντων εὐλάβεια, τοῦτο ἐνταῦθα ἡ ζημία καθίσταται καὶ ὁ κίνδυνος.

40. Ὡς γὰρ περὶ Θεοῦ καὶ τοῦ μεγίστου τῶν ὄντων ἔχοντες τὸν ἀγῶνα, καὶ τῆς σωτηρίας αὐτῆς, καὶ τῆς πρώτης πᾶσιν ἐλπίδος, ὅσῳ τὴν πίστιν εἰσὶ θερμότεροι, τοσούτῳ προσαντέστεροι τῷ λόγῳ, καὶ προδοσίαν τῆς ἀληθείας, οὐκ εὐσέβειαν τὴν εὐπείθειαν ὑπολαμβάνοντες, πάντα πρόοιντ᾿ ἂν πρότερον ἢ τοὺς οἴκοθεν λογισμοὺς, μεθ᾿ ὧν ἕρχονται, καὶ τῶν δογμάτων οἷς συνανεστράφησαν τὴν συνήθειαν· καὶ τοῦτο ἔτι λέγω τῶν μετριωτέρων καὶ οὐ πάντη κακῶν τὸ πάθος, οἳ κἂν τῆς ἀληθείας διαμαρτάνωσιν, ἀλλὰ τῷ γε δι᾿ εὐλάβειαν τοῦτο πάσχειν, καὶ ζῆλον μὲν ἔχειν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν, τυχὸν ἔσονται τῶν οὐ σφόδρα κατακρινομένων, οὐδὲ πολλὰς δερομένων, ὡς οἱ διὰ κακίαν καὶ πονηρίαν τοῦ δεσποτικοῦ θελήματος ἀποπίπτοντες. Καὶ τάχα ἂν οὗτοι μεταπεισθεῖέν ποτε, καὶ μεταβληθεῖεν ὑπὸ τῆς αὐτῆς εὐλαβείας, ὑφ᾿ ἧς καὶ ἀντέβαινον, εἴ τις αὐτῶν ἅψαιτο λόγος, ἢ οἴκοθεν ἢ ἔξωθεν κρούσας καιρίως, ὥσπερ σίδηρος πυρῖτιν λίθον, τὴν ἐγκύμονα καὶ ἀξίαν φωτὸς διάνοιαν· ἐν ᾗ καὶ τάχιστα ἂν ἐκ μικροῦ σπινθῆρος ὁ τῆς ἀληθείας πυρσὸς ἐκλάμψειε.

41. Τί δ᾿ ἂν εἴποι τις περὶ τῶν διὰ κενοδοξίαν ἢ φιλαρχίαν, ἀδικίαν εἰς τὸ ὕψος λαλούντων, Ἰαννοῦ τινος ἢ Ἰαμβροῦ μεγαληγορίας, οὐ κατὰ Μωϋσέως, τῆς δ᾿ ἀληθείας ὁπλιζομένων, καὶ τῆς ὑγιαινούσης κατεξανισταμένων διδασκαλίας; ἢ τῆς τρίτης μοίρας τῶν δι᾿ ἀπαιδευσίαν καὶ τὴν ἐπομένην ταύτῃ θρασύτητα ὁμόσε παντὶ λόγῳ χωρούντων συώδει πάθει, καὶ καταπατούντων τοὺς καλοὺς μαργαρίτας τῆς ἀληθείας;

42. Ἢ ὅσοι μηδεμίαν μὲν οἴκοθεν ὑπόληψιν φέροντες, μηδέ τινα τύπον τῶν περὶ Θεοῦ λόγων ἢ χείρονα ἢ βελτίονα, πᾶσι δὲ ὑποτιθέντες ἑαυτοὺς λόγοις καὶ διδασκάλοις, ὡς ἐξ ἁπάντων ἐκλεξόμενοι τὸ κρεῖττον καὶ ἀσφαλέστερον, καὶ κριταῖς οὐ καλοῖς τῆς ἀληθείας σφίσιν αὐτοῖς πιστεύσαντες· ἔπειτα ὑπὸ τῆς πιθανότητος ἄλλοτε ἄλλης περιφερόμενοι καὶ στρεφόμενοι, καὶ παντὶ λόγῳ καταπλυνθέντες καὶ πατηθέντες, πολλοὺς ἀμείψαντες διδασκάλους καὶ πολλὰ γράμματα, ὥσπερ χοῦν ἀνέμοις ῥᾳδίως ἀποβαλόντες, τέλος ἀποκαμόντες καὶ ἀκοὴν καὶ διάνοιαν, (ὢ τῆς ἀλογία!)ς πρὸς πάντα λόγον ὁμοίως δυσχεραίνουσι, καὶ μοχθηρὸν τύπον ἑαυτοῖς ἐγγράφουσιν, αὐτῆς καταγελᾷν ἡμῶν καὶ καταφρονεῖν ὡς ἀστάτου καὶ οὐδὲν ὑγιὲς ἐχούσης τῆς πίστεως, μεταβαίνοντες ἀπαιδεύτως ἀπὸ τῶν λεγόντων ἐπὶ τὸν λόγον· ὥσπερ ἂν εἴ τις τοὺς ὀφθαλμοὺς κακῶς διακείμενος, ἢ τὰ ὦτα διεφθαρμένος, κατηγοροίη τοῦ ἡλίου ἢ τῶν φωνῶν, τοῦ μὲν ὡς ἀμαυροῦ καὶ οὐ στίλβοντος, τῶν δὲ ὡς ἐκμελῶν καὶ ἀτόνων.

43. Καὶ διὰ τοῦτο ῥᾷον ἄρτι καινοτομεῖν ἀλήθειαν ψυχῇ, ὥσπερ κηρὸν οὔπω κεχαραγμένον, ἢ γράφειν κατὰ γραμμάτων, πονηρῶν λέγω διδαγμάτων τε καὶ δογμάτων, εὐσεβῆ λόγον, ὡς συγχεῖσθαι καὶ ἀτακτεῖν τοῖς προτέροις τὰ δεύτερα. Ὁδὸν μὲν γὰρ πατεῖν ἄμεινον τὴν λείαν καὶ τετριμμένην ἢ τὴν ἀτριβῆ καὶ τραχεῖαν, καὶ γῆν ἀροῦν ἣν πολλάκις ἄροτρον ἔτεμεν καὶ ἡμέρωσεν· ψυχὴν δὲ γράφειν, ἣν οὔπω λόγος ἐχάραξε μοχθηρὸς, οὐδὲ εἰς βάθος τὰ τῆς κακίας ἐνεσημάνθη γράμματα· δύο γὰρ ἂν οὕτω τὰ ἔργα γίνοιντο τῷ θεοσεβεῖ καλλιγράφῳ, ἐξαλείφειν τε τοὺς προτέρους τύπους, καὶ μετεγγράφειν τοὺς δοκιμωτέρους τε καὶ τοῦ μένειν ἀξιωτέρους. Τοσοῦτοι μὲν δὴ καὶ κατὰ τὰ λοιπὰ πάθη, καὶ κατὰ τὸν λόγον αὐτὸν, οἱ πονηροὶ καὶ τοῦ πονηροῦ τύποι καὶ χαρακτῆρες· τοσοῦτον δὲ τὸ ἔργον τῷ ταύτην πεπιστευμένῳ τὴν τῶν ψυχῶν παιδαγωγίαν καὶ προστασίαν· καὶ τὰ πλείω παρῆκεν ὁ λόγος, ἵνα μὴ περιττότερος ᾖ τοῦ δέοντος.

44. Ὥσπερ οὖν εἴ τις θηρίον ἐκ πολλῶν θηρίων συγκείμενον πολυειδὲς καὶ πολύμορφον, μειζόνων τε καὶ μικροτέρων, ἡμερωτέρων τε καὶ ἀγριωτέρων, ἄγειν ἐπιχειροίη καὶ τιθασσεύειν, πάντως ἂν ἦν ἔργον αὐτῷ, καὶ οὐ μικρὸν τὸ ἀγώνισμα, οὕτως ἀνωμάλου καὶ ἀλλοκότου προστατεῖν φύσεως, οὔτε φωναῖς ταῖς αὐταῖς, οὔτε τροφαῖς, οὔτε χειρὸς ἐπαφαῖς, οὔτε συρίγμασιν, οὔτε τοῖς τῆς ἄλλης ἀγωγῆς τρόποις ἑκάστου τῶν θηρίων χαίροντος, ἄλλων δὲ ἄλλοις ἡδομένων, ἢ ἀχθομένων, ὡς ἡ φύσις ἑκάστου καὶ ἡ συνήθεια· καὶ τί ἂν ἔδει ποιεῖν τὸν τοιούτου θηρὸς ἐπιστάτην; τί δ᾿ ἄλλο γε ἢ πολυειδῆ τε εἶναι καὶ ποικίλον τὴν ἐπιστήμην; καὶ κατάλληλον ἑκάστῳ προσάγειν τὴν θεραπείαν, ὡς ἂν ἄγοιτο καλῶς αὐτῷ τὸ θηρίον καὶ διασώζοιτο; οὕτως ἐκ πολλῶν καὶ διαφόρων καὶ ἠθῶν καὶ λόγων, καθάπερ ἑνὸς ζώου συνθέτου καὶ ἀνομοίου, τοῦ κοινοῦ τούτου τῆς Ἐκκλησίας συγκειμένου σώματος, πᾶσα ἀνάγκη καὶ τὸν προστάτην ἁπλοῦν τε εἶναι τὸν αὐτὸν κατὰ τὴν ἐν πᾶσιν ὀρθότητα· καὶ ὅτι μάλιστα παντοδαπὸν καὶ ποικίλον κατὰ τὴν πρὸς ἕκαστον οἰκείωσιν, καὶ τὸ τῆς ὁμιλίας πρὸς πάντας ἐπιτήδειόν τε καὶ πρόσφορον.

45. Οἱ μὲν γὰρ δέονται γάλακτι τρέφεσθαι, τοῖς ἁπλουστέροις καὶ στοιχειωδεστέροις τῶν διδαγμάτων, ὅσοι τὴν ἕξιν νήπιοι καὶ ἀρτιπαγεῖς, ὡς ἂν εἴποι τις, τὴν ἀνδρείαν τοῦ λόγου τροφὴν οὐ φέροντες· ἣν εἰ προσάγοι τις παρὰ δύναμιν, τάχα ἂν καταπιεσθέντες καὶ βαρηθέντες, οὐκ ἐξαρκούσης τῆς διανοίας, ὥσπερ ἐκεῖ τῆς ὕλης τὸ ἐπεισελθὸν ἑλκῦσαι καὶ οἰκειώσασθαι, ζημιωθεῖεν ἂν καὶ εἰς τὴν ἀρχαίαν δύναμιν· οἱ δὲ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας χρῄζοντες καὶ τροφῆς τῆς ὑψηλοτέρας καὶ στεῤῥοτέρας, τῷ πρὸς διάκρισιν ἀληθοῦς τε καὶ ψευδοῦς ἱκανῶς γεγυμνάσθαι τὰ αἰσθητήρια, εἰ γάλα ποτίζοιντο καὶ τρέφοιντο λαχάνοις, ἀσθενῶν βρώματι, δυσχεραίνοιεν ἄν· καὶ μάλα εἰκότως, οὐ δυναμούμενοι κατὰ Χριστὸν, οὐδὲ αὔξοντες τὴν ἐπαινετὴν αὔξησιν, ἣν ἐργάζεται λόγος τελειῶν εἰς ἄνδρα, καὶ εἰς μέτρον ἡλικίας ἄγων πνευματικῆς, τὸν καλῶς τρεφόμενον.

46. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύειν δυνάμενοι τὸν λόγον τῆς ἀληθείας, καὶ ἀναμιγνύναι τὸν οἶνον ὕδατι· τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου λόγον τῷ πολλῷ καὶ εὐώνῳ καὶ χαμαὶ συρομένῳ καὶ ἐξιτήλῳ καὶ εἰκῆ ῥέοντι, ὥστε αὐτοί τι παρακερδαίνειν ἐκ τῆς καπηλείας, ἄλλο τε ἄλλως ὁμιλοῦντες τοῖς πλησιάζουσι καὶ πᾶσι πρὸς χάριν· ἐγγαστρίμυθοί τινες ὄντες καὶ κενολόγοι, τὰς ἑαυτῶν ἡδονὰς θεραπεύοντες λόγοις ἐκ γῆς φωνουμένοις καὶ δυομένοις εἰς γῆν· ὡς ἂν μάλιστα εὐδοκιμοῖμεν παρὰ τοῖς πολλοῖς, ὅτι μάλιστα ζημιοῦντες αὐτοὺς, ἢ ἀπολλύντες, καὶ αἷμα ἀθῶον ἁπλουστέρων ψυχῶν ἐκχέοντες ἐκ τῶν χειρῶν ἡμῶν ἐκζητηθησόμενον.

47. Ἀλλ᾿ εἰδότες ἑτέροις βέλτιον εἶναι τὰς ἑαυτῶν ἡνίας ἐνδιδόναι τεχνικωτέροις, ἢ ἄλλων ἡνιόχους εἶναι ἀνεπιστήμονας, καὶ ἀκοὴν ὑποτιθέναι μᾶλλον εὐγνώμονα, ἢ γλῶσσαν κινεῖν ἀπαίδευτον· ταῦτα διαλεχθέντες ἡμῖν αὐτοῖς, καὶ ἴσως οὐ φαύλοις συμβούλοις, εἰ δὲ μή γε, ἀλλ᾿ οὖν εὔνοις, καὶ τὰ ῥητέα καὶ τὰ πρακτέα μαθεῖν οὐκ εἰδότες, μᾶλλον ἢ διδάσκειν ἀγνοοῦντες, ἐδοκιμάσαμεν. Ἀγαπητὸν γὰρ ὅτῳ κἂν εἰς βαθὺ γῆρας λόγος ἀφίκοιτο πολιὸς, καὶ ὠφελῆσαι νέαν ἐν εὐσεβείᾳ ψυχὴν δυνάμενος. Ὡς τό γε παιδεύειν ἄλλους ἐπιχειρεῖν, πρὶν αὐτοὺς ἱκανῶς παιδευθῆναι, καὶ ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν, τὸ δὴ λεγόμενον, ἐν ταῖς τῶν ἄλλων ψυχαῖς ἐκμελετᾷν τὴν εὐσέβειαν, λίαν εἶναί μοι φαίνεται ἀνοήτων ἢ τολμηρῶν· ἀσυνέτων μὲν, εἰ μηδὲ αἰσθάνοιντο